56
ἀδήλῳ μένει, εἴπερ ἡ ἐνέργεια τῶν παρεπομένων τις εἶναι τῇ πρώτῃ οὐσίᾳ καὶ παρὰ σοῦ μεμαρτύρηται. 1.1.424 αὕτη γὰρ τῷ ἔργῳ τῷ παρ' αὐτῆς ἀποτελεσθέντι συμ παρεκτείνεται, καθὼς σὺ λέγεις, καὶ δείκνυται διὰ τοῦ ἀποτελέσματος, οὐ δὲ αὐτὴ κατὰ τὴν φύσιν ἡ ἐνέργεια ἥτις ἐστίν, ἀλλὰ <τὸ> ποσὸν αὐτῆς μόνον ἐνθεωρεῖται τῷ ἔργῳ. ὡς γὰρ οὐ πᾶσα ἡ τοῦ χαλκεύοντος δύναμις συγκινηθεῖσα τὸ τρύπανον ἐξειργάσατο, ἀλλ' ὅσον σύμμετρον ἦν πρὸς τὴν τοῦ σκεύους ἀπεργασίαν, τοσοῦτον ἡ τέχνη διὰ τοῦ χειρουρ γοῦντος ἐνήργησε, πολλὰ καὶ παντοδαπὰ κατεργάσασθαι δυνατῶς ἔχουσα, οὕτω τὸ μέτρον τῆς ἐνεργείας ἐν ἑαυτῷ 1.1.425 δείκνυσιν ὁ παρ' ἐκείνης γενόμενος. τὸ δὲ ζητούμενον οὐχὶ τὸ ποσόν ἐστι τῆς ἐνεργείας, ἀλλ' αὐτὴ τοῦ ἐνεργήσαντος ἡ οὐσία. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ εἰ διὰ τοῦ πνεύ ματος (ὅπερ ἔργον ὀνομάζει τῆς τῷ υἱῷ παρεπομένης ἐν εργείας) κατειληφέναι λέγοι τοῦ μονογενοῦς τὴν φύσιν, οὐ δεμίαν σύστασιν ὁ λόγος ἔχει, πάλιν καὶ ἐνταῦθα τῆς ἐν εργείας μὲν τῷ ἀποτελέσματι συμπαρεκτεινομένης, τὴν δὲ φύσιν ἑαυτῆς τε καὶ τοῦ ἐνεργοῦντος διὰ τοῦ κατεργασθέντος οὐ δεικνυούσης. 1.1.426 Ἵνα δὲ καὶ τοῦτο συγχωρήσωμεν, δεδόσθω ταῖς ἐν εργείαις τὰς οὐσίας γινώσκεσθαι. οὐκοῦν ἡ πρώτη οὐσία διὰ τοῦ ἐξ αὐτῆς ἔργου γνωρίζεται καὶ τὴν δευτέραν ὡσαύτως τὸ ἔργον τὸ παρ' αὐτῆς γενόμενον δείκνυσι. τὴν τρίτην τοίνυν εἰπέ, ὦ σοφώτατε, τί τὸ δεικνύον ἐστί, μηδενὸς ἔργου τοιούτου τῆς τρίτης οὐσίας θεωρουμένου. εἰ γὰρ ταῖς ἐν εργείαις, ὡς σὺ φῄς, αἱ οὐσίαι καταλαμβάνονται, ἀκατάλη πτον εἶναι τὴν τοῦ πνεύματος φύσιν ὁμολογήσεις, οὐκ ἔχων κατὰ τὸ προσεχὲς τοιαύτην ἐνέργειαν καὶ τούτου παραστη σάμενος δι' ἐκείνης τὴν τοῦ πνεύματος φύσιν ἀναλογίσασθαι. 1.1.427 ἢ τοίνυν δεῖξόν τι οὐσιῶδες ἔργον τοῦ πνεύματος, δι' οὗ κατειληφέναι φῂς τὴν οὐσίαν τοῦ πνεύματος, ἢ ὅλος ὑμῖν ὁ ἱστὸς τῆς ἀράχνης τῇ ἐπαφῇ τοῦ λόγου περιρρυήσεται. εἰ γὰρ ἐκ τῆς προσεχοῦς ἐνεργείας ἡ οὐσία γνωρίζεται κατὰ τὸν ὑμέτερον λόγον, ἐνέργεια δὲ οὐσιώδης τοῦ πνεύ ματος οὐδεμία, καθάπερ τοῦ πατρὸς μὲν τὸν υἱόν, τοῦ δὲ υἱοῦ τὸ πνεῦμά φατε, ἀνεπίγνωστος πάντως ἡ τοῦ πνεύ ματος φύσις καὶ ἀκατάληπτος διὰ τούτων συνωμολόγηται, μηδεμιᾶς αὐτὴν ἐνεργείας τῆς καθ' ὑπόστασιν νοουμένης 1.1.428 παραδηλούσης. εἰ δὲ τοῦτο διαπέφευγε τὴν κατάληψιν, πῶς διὰ τοῦ μὴ κατειλημμένου ἡ ὑπερκειμένη οὐσία κατα λαμβάνεται; εἰ γὰρ ἀγνοεῖται τοῦ υἱοῦ τὸ ἔργον, ὅπερ ἐστίν, ὥς φασι, τὸ πνεῦμα, οὐδ' ἂν ἐκεῖνος ἐπιγνωσθείη πάντως, τῇ ἀδηλίᾳ τοῦ τεκμηριοῦντος συσκιαζόμενος· καὶ εἰ τοῦ μονογενοῦς ἡ οὐσία τῷ τρόπῳ τούτῳ διαλανθάνει, πῶς διὰ τῆς λανθανούσης 20ἡ ἀνωτάτω καὶ κυριωτάτη20 φανερωθήσεται, τῆς τοῦ πνεύματος ἀδηλίας κατὰ ἀνάλυσιν διὰ τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαδοθείσης; ὡς ἐκ τούτων σαφῶς ἀποδείκνυσθαι καὶ διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας 1.1.429 τὸ ἀκατάληπτον εἶναι πάντη τοῦ πατρὸς τὴν οὐσίαν. πόθεν οὖν ὁ ὀξυδερκὴς οὗτος ὁ τὰ ἀνύπαρκτα βλέπων τὴν τῶν ἀφανῶν τε καὶ ἀκαταλήπτων φύσιν δι' ἀλλήλων αὐτός τε βλέπει καὶ ἡμῖν ἐγκελεύεται, ἐκ τῶν ἔργων τὰς οὐσίας καὶ ἐξ ἐκείνων τὰ ἔργα λέγων καταλαμβάνεσθαι; 1.1.430 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεων ἐπὶ τοὺς ἀνθρωπίνους λογισμοὺς μεταγάγοι; τὰς ἐπὶ ταῖς ἐν εργείαις ἀμφιβολίας οἴεται δυνατὸν εἶναι διὰ τῆς καταλή ψεως τῶν οὐσιῶν διαλύεσθαι; πῶς διὰ τῶν μὴ κατειλημ 1.1.431 μένων τὸ ἀμφιβαλλόμενον εἰς πίστιν ἄγει; εἰ μὲν γὰρ κατεί ληπτο ἡ οὐσία, τίς χρεία πολυπραγμονεῖσθαι τὴν ἐνέργειαν, ὡς δι' ἐκείνης μελλόντων ἡμῶν τῇ καταλήψει τοῦ ζητου μένου προσάγεσθαι; εἰ δὲ διὰ τοῦτο ἀναγκαία ἡ τῆς ἐν εργείας ἐξέτασις, ὡς ἂν διὰ ταύτης πρὸς τὴν σύνεσιν τῆς ἐνεργούσης αὐτὴν οὐσίας ὁδηγηθείημεν, πῶς ἡμῖν ἡ μήπω γνωσθεῖσα φύσις τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν δια λῦσαι δυνήσεται; παντὸς γὰρ πράγματος ἀμφιβαλλομένου 1.1.432 διὰ τῶν ὁμολογουμένων αἱ ἀποδείξεις γίνονται. ὅταν δὲ