1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

56

ἔργον εἶχον. Ὅταν δὲ πάντες ὁμοίως πιστεύωμεν, τότε ἑνότης ἐστίν. Ὅτι γὰρ τοῦτο λέγει ἄνδρα τέλειον, δῆλον. Καὶ μὴν ἀλλαχοῦ νηπίους ἡμᾶς φησι, καὶ, ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. Ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν· εἰπὼν γὰρ, Ἐκ μέρους γινώσκομεν, ἐπήγαγε καὶ τὸ, ∆ι' αἰνιγμάτων, καὶ ὅσα τοιαῦτα· ἐνταῦθα δὲ πρὸς ἕτερον εἶπε, πρὸς τὸ εὐμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· Τελείων δὲ ἡ στερεὰ τροφή. Ὁρᾷς κἀκεῖ τελείους πῶς φησιν; Ὅρα καὶ πῶς ἐκάλεσε τελείους ἐνταῦθα διὰ τῶν ἐπαγομένων, εἰπών· Ἵνα μηκέτι ὦμεν νήπιοι. Αὐτό φησι τὸ μέτρον τὸ ὀλίγον ὅπερ ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στεῤῥότητος καὶ βεβαιώσεως. Ἵνα μηκέτι. Τὸ, Μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας, καὶ τίθησι καὶ ἑαυτὸν ἐν τάξει διορθώσεως, καὶ διορθοῦται. ∆ιὰ τοῦτό φησι· Τέκτονες τοσοῦτοι γεγόνασιν, ἵνα ἡ οἰκοδομὴ μὴ σαλεύηται, ἵνα μὴ περιφέρηται, ἵνα πεπηγότες ὦσιν οἱ λίθοι. Ἐκείνων γὰρ τοῦτό ἐστι τὸ κλυδωνίζεσθαι, τὸ περιφέρεσθαι καὶ σαλεύεσθαι. Ἵνα μηκέτι ὦμεν, φησὶ, νήπιοι, κλυδωνιζόμενοι, καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. -Καὶ περιφερόμενοι, φησὶ, παντὶ ἀνέμῳ. Ἐπεξῆλθε τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς ἐν οἵῳ κινδύνῳ εἰσί. Παντὶ ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. Τοιοῦτοί εἰσιν οἱ πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι· καὶ γὰρ ἐκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν ἅπαντα. Ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες δὲ, φησὶν, ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα, ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν μέτρῳ 62.84 ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Σφόδρα ἀσαφῶς ἡρμήνευσε, τῷ πάντα ὁμοῦ θελῆσαι εἰπεῖν. Ὃ δέ φησι, τοῦτό ἐστι· Καθάπερ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον, τὸ διὰ τῶν νεύρων [τὸ] αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον, τῷ δὲ ἐλάττω, ἔλαττον (τοῦτο γάρ ἐστιν ἡ ῥίζα, τὸ πνεῦμα)· οὕτω καὶ ὁ Χριστός· καθάπερ γὰρ μελῶν τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ τὴν ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. Τί δέ ἐστι, ∆ιὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας; Τουτέστι, διὰ τῆς αἰσθήσεως. Τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς, ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ. Ὡς ἄν τις εἴποι· Τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας, κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν· ἢ ἑτέρως· Τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται ἢ καὶ ἑτέρως· Τὸ πνεῦμα ἄνωθεν ἐπιῤῥεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν, καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐν ἀγάπῃ; Οὐ γὰρ ἄλλως ἔνι κατελθεῖν ἐκεῖνο τὸ πνεῦμα. Καθάπερ γὰρ, εἰ τύχοι χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ζητοῦν, καὶ μὴ εὑρὸν, οὐκ ἐξάλλεται τοῦ σώματος, καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἐξέρχεται, ἀλλ' ἂν μὴ εὕρῃ κείμενον, οὐχ ἅπτεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. δʹ. Ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴρηται. Τί γὰρ, φησὶν, εἰ πλέον λαμβάνει ὁ δεῖνα; τὸ αὐτὸ πνεῦμα ἔλαβεν, ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ἁπτόμενον, Συναρμολογούμενον καὶ συμβιβαζόμενον, τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας. Οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς, ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. Ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ μόνον, ἀλλὰ καὶ τὸν οἰκεῖον τόπον ἐπέχειν, ὡς ἐὰν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνεῦμα. Ἢ οὐχ ὁρᾷς ἐν ταῖς τῶν ὀστῶν