57
ἔθνους μέχρι τῆς τοῦ προσδοκωμένου παρουσίας ἀποφαίνεται, διαλιπόντων δὲ τῶν παρ' αὐτοῖς ἀρχόντων παρέσεσθαι τὸν προφητευόμενον. 3.2.35 Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ' ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν, ὡς καὶ εἰς σήμερον Ἰουδαίους ὀνομάζεσθαι, σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πᾶν ἔθνος Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν. 3.2.36 εἶτά φησιν μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχήν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν. 3.2.37 ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος. 3.2.38 καὶ οἱ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ' αὐτῷ τίθεσθαι. 3.2.39 Καὶ Μωσῆς μὲν τοσαῦτα καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἡσαΐας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς ∆αβὶδ τοῦ βασιλέως ἀναστησομένου ταῦτα προλέγει· «ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ λοιπά. 3.2.40 εἶθ' ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρβάρων τε καὶ Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ' οὖν· «καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται», 3.2.41 καὶ τὰ τούτοις παραπλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει, φήσας· «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». 3.2.42 Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελεγμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, διεσάφησεν· ὧν ἐθνῶν ἄρξειν φησὶν τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαί, ἀφ' οὗ δὴ ὁ σωτὴρ καὶ κύριος ἡμῶν γενεαλογεῖται, ἐφ' ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρρήσει «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι». 3.2.43 τοῦτο δὴ παράθες τοῖς παρὰ Μωσεῖ φερομένοις διαστέλλων, καὶ τὸ μὲν «ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν» ἐφάρμοσον τῷ «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν», καὶ τὸ «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι» τῷ «καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». 3.2.44 τί γὰρ διαφέρει φάσκειν «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν» ἢ «αὐτὸς ἔσται προσδοκία ἐθνῶν»; πάλιν δ' ὁ αὐτὸς Ἡσαΐας προϊὼν περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει· «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ ἐπιφέρει· «ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν». 3.2.45 ἤδη δεύτερον ἐν τούτοις ὁ προφήτης τὸ ἐπὶ τῷ Χριστῷ τὰ ἔθνη ἐλπίσειν τίθεται, ἀνώτερον εἰπών «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἐνταῦθα δὲ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν». λέλεκται δὲ καὶ τῷ ∆αβίδ, ὡς ἄρα «ἐκ τοῦ καρποῦ τῆς κοιλίας» αὐτοῦ ἀναστήσεταί τις, περὶ οὗ ἑξῆς φησιν ὁ θεός· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ»· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν». 3.2.46 καὶ περὶ τούτου δὲ πάλιν εἴρηται· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς