58
οἰκουμένης», καὶ αὖθις· «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευομένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος· «καὶ σὺ Βηθλεὲμ οἶκος Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος». 3.2.47 ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστός, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις. 3.2.48 καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο. Τῆς δὲ γενέσεως αὐτοῦ τὸ θαῦμα ποτὲ μὲν δι' αἰνιγμάτων, ποτὲ δὲ καὶ λευκότερον ὁ Ἡσαΐας παρίστησι· δι' αἰνιγμάτων μέν, ὅταν λέγῃ· «κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ», 3.2.49 ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως· «καὶ ἀναρρηθήσεται ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου», ὁ δὲ Θεοδοτίων· «καὶ ἀναβήσεται ὡς θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ». 3.2.50 διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ κυρίου, ὃς ἦν ὁ τοῦ θεοῦ λόγος, «ἐνώπιον αὐτοῦ», φησίν, «ἀνηγγείλαμεν ὡς παιδίον» «θηλάζον» καὶ «τιθιζόμενον», καὶ «ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου». τὸ μὲν οὖν παιδίον τὸ «τιθιζόμενον» καὶ «θηλάζον» ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ «γῆ ἡ ἄβατος καὶ διψῶσα» τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ἧς οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ' ἧς καίπερ ἀβάτου τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ «τιθιζόμενον» καὶ «θηλάζον» παιδίον. 3.2.51 ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν, ἐπὰν λέγῃ· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ' ἡμῶν ὁ θεός»· τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ. 3.2.52 Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ' Ἑβραίοις ἐμελετᾶτο. μή τι οὖν ἐπίδοξόν τινα δυνάστην ἢ τύραννον ἤ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν, ὅτι μηδὲ ἐφάνη τοιοῦτος. 3.2.53 ἀλλ' οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ' οὐδὲν ἀπολελειμμένοι. εἰπὼν δ' οὖν ὁ Ἡσαΐας «ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ», ἑξῆς συνάπτει λέγων· «οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη». 3.2.54 Τί οὖν λείπεται ἐπὶ τούτοις; εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν καὶ γένος καὶ τρόπον γενέσεως καὶ τῆς παρθένου τὸ θαῦμα καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἡσαΐας θεσπίζει; «ἄνθρωπος», φησίν, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. 3.2.55 οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. 3.2.56 πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ κύριος παρέ δωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα. τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ», καὶ τὰ λοιπά. 3.2.57 σημαίνει δὲ διὰ τούτων ὡς ἄρα ὁ Χριστὸς ἐκτὸς πάσης ὑπάρχων πλημμελείας τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ' οὐχ ὑπὲρ ἑαυτοῦ. εἰ δὲ καὶ