58
Εἰ τὰ ἐκείνων καλῶς γίνεται, τὰ ἡμέτερα κακῶς· εἰ δὲ τὰ ἡμέτερα καλῶς, τὰ ἐκείνων κακῶς. Νήπιοι, φησὶ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ἀρκεῖν τοῦτο ἡγεῖσθε, εἰπέ μοι, τὸ λέγειν, ὅτι ὀρθόδοξοί εἰσι, τὰ τῆς χειροτονίας δὲ οἴχεται καὶ ἀπόλωλε; Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωμένης; Ὥσπερ γὰρ ὑπὲρ τῆς πίστεως, οὕτω καὶ ὑπὲρ ταύτης μάχεσθαι χρή. Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν τὰς χεῖρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι, παρίτωσαν πάντες, εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόμηται τοῦτο, εἰκῆ τὸ πλήρωμα τῆς Ἐκκλησίας, εἰκῆ τῶν ἱερέων ὁ ἀριθμός· ἀνέλωμεν αὐτὰ καὶ διαφθείρωμεν. Μὴ γένοιτο, φησίν. Ὑμεῖς αὐτὰ ποιεῖτε, καί φατε, Μὴ γένοιτο; πῶς λέγεις, Μὴ γένοιτο, γενομένων αὐτῶν; Ἐγὼ λέγω καὶ μαρτύρομαι, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ὑμετέραν σωτηρίαν· εἰ δέ τις ἀδιαφοροίη, αὐτὸς ἂν εἰδείη· εἰ δέ τινι τούτων οὐ μέλει, ἀλλ' ἡμῖν μέλει· Ἐγὼ ἐφύτευσα, φησὶν, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Πῶς οἴσομεν τὸν παρὰ τῶν Ἑλλήνων γέλωτα; Εἰ γὰρ ὑπὲρ τῶν αἱρέσεων ἐγκαλοῦσιν ἡμῖν, ὑπὲρ τούτων τί οὐκ ἐροῦσιν; Εἰ τὰ αὐτὰ δόγματα, εἰ τὰ αὐτὰ μυστήρια, τίνος ἕνεκεν ἕτερος ἄρχων ἑτέρᾳ Ἐκκλησίᾳ ἐπιπηδᾷ; Ὁρᾶτε, φησὶν, ὅτι πάντα κενοδοξίας πεπλήρωται τὰ Χριστιανῶν, καὶ φιλαρχία παρ' αὐτοῖς καὶ ἀπάτη, γύμνωσον αὐτοὺς τοῦ πλήθους, φησὶ, τὴν νόσον ἔκκοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι. Βούλεσθε εἴπω ἃ περὶ τῆς πόλεως λέγουσι τῆς ἡμετέρας; πῶς ἡμᾶς εἰς εὐκολίαν διαβάλλουσιν; Ἔξεστι, φησὶ, παντὶ τῷ βουλομένῳ εὑρεῖν τοὺς πειθομένους, καὶ οὐκ ἄν ποτε ἀπορήσειε τούτων. Ὢ τοῦ γέλωτος! ταῦτα πόσης αἰσχύνης; Ἀλλὰ καὶ ἕτερος γέλως, ἑτέρα αἰσχύνη· Ἄν τινες ἁλόντες παρ' ἡμῖν ἐπὶ τοῖς αἰσχίστοις, μέλλωσιν ἐπιτιμίου τυγχάνειν τινὸς, πολὺς ὁ τρόμος, πολὺς ὁ φόβος πάντοθεν· Μὴ ἀποπηδήσῃ, φησὶ, μὴ μετ' ἐκείνων στῇ. Ἀποπηδήσῃ μὲν γὰρ μυριάκις ὁ τοιοῦτος, καὶ ἔστω μετ' ἐκείνων, οὐχὶ τῶν ἡμαρτηκότων λέγω· ἀλλ' εἴ τις ἀναμάρτητος ὢν τυγχάνοι, καὶ βούλεται μεταθέσθαι, μεταθέσθω. Ἀλγῶ μὲν γὰρ καὶ κόπτομαι καὶ ὀδύρομαι καὶ διαπρίομαι τὰ σπλάγχνα, ὡς οἰκείου μέλους ἀποστερούμενος· πλὴν ἀλλ' οὐχ οὕτως ἀλγῶ ὡς ἀναγκάζεσθαί τι, διὰ τὸν φόβον τοῦτον, τῶν μὴ προσηκόντων ποιεῖν. 62.87 Οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀγαπητοὶ, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττομεν· εἰς διδασκαλίαν λόγου προεχειρίσθημεν, οὐκ εἰς ἀρχὴν οὐδὲ εἰς αὐθεντίαν· συμβούλων τάξιν ἐπέχομεν παραινούντων. Ὁ συμβουλεύων λέγει τὰ παρ' ἑαυτοῦ, οὐκ ἀναγκάζων τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων αἱρέσεως κύριον· ἐν τούτοις ἐστὶν ὑπεύθυνος μόνον, ἂν τὰ παραστάντα μὴ εἴποι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ταῦτά φαμεν, ταῦτα λέγομεν, ἵνα ὑμῖν μὴ ἐξῇ κατ' ἐκείνην τὴν ἡμέραν λέγειν Οὐδεὶς ἡμῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαμεν, οὐδὲν ἡγούμεθα τὸ ἁμάρτημα εἶναι. ∆ιὰ τοῦτο λέγω καὶ διαμαρτύρομαι, ὅτι τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν τὸ τὴν Ἐκκλησίαν σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν. Εἰπέ μοι, εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων, ἑτέρῳ μὲν βασιλεῖ μὴ πρόσθοιτο, μηδὲ δῷ ἑαυτὸν ἄλλῳ, αὐτοῦ δὲ ἐκείνου τὴν ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν εἰς πολλὰ ῥήγματα, ἆρα ἧττον ἂν τῶν ἑτέρῳ προσθεμένων ἐκολάσθη; Τί δέ, εἰ μετὰ τούτου αὐτὸν τὸν βασιλέα ἀπὸ τοῦ λαιμοῦ κατασχὼν ἔσφαττε, κατὰ μέλος διαξαίνων αὐτοῦ τὸ σῶμα, ποίαν ἂν δίκην δοὺς, τὴν ἀξίαν ἔδωκεν; Εἰ δὲ εἰς βασιλέα τὸν ὁμόδουλον τοῦτο ἐργασάμενος, πάσης ἂν μείζονα δίκης εἰργάσατο· ὁ τὸν Χριστὸν σφάττων καὶ διαξαίνων κατὰ μέλος, ποίας γεέννης οὐκ ἔσται ἄξιος; ἆρα ταύτης [τῆς] ἀπειλουμένης; Οὐκ ἔγωγε οἶμαι, ἀλλ' ἑτέρας πολλῷ χαλεπωτέρας. Εἴπατε, ὅσαι πάρεστε (ὡς γὰρ ἐπὶ τὸ πολὺ γυναικῶν τοῦτο τὸ ἐλάττωμα), ταῖς ἀπούσαις διηγήσασθε τοῦτο τὸ ὑπόδειγμα, φοβήσατε. Εἴ τινες ἡμᾶς λυπεῖν καὶ ἀμύνασθαι τούτῳ νομίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα μάτην ποιοῦσιν. Εἰ γὰρ ἡμᾶς ἀμύνασθαι βούλει, ἐγώ σοι δίδωμι τρόπον, καθ' ὃν χωρὶς τῆς σῆς βλάβης ἀμύνασθαι δυνήσῃ· μᾶλλον δὲ οὐκ ἔστι χωρὶς βλάβης ἀμύνασθαι, πλὴν ἀλλὰ μετὰ ἐλάττονος βλάβης·