59
ἐννοίας λόγων ἀδιανόητον παντελῶς πῶς οὐχ εὑρεθήσεται; τί γὰρ δεῖ νοῆσαι γεννήσεως τρόπον ἀκού σαντα, πάνυ τῶν ἀπόρων ἐστί. τὸ σχῆμα τοῦ ἀποτίκτοντος ζῴου λέγει ἢ τὴν ὁρμὴν ἢ τὴν διάθεσιν ἢ τόπον ἢ χρόνον ἢ τὸ διὰ συλλήψεως τελειοῦσθαι τὸ ἔμβρυον; ἢ αὐτῶν τῶν γεννητικῶν μέμνηται τόπων; ἢ ταῦτα μὲν οὐχί, ἕτερον δὲ τῶν κατὰ τὴν γέννησιν θεωρουμένων λέγει; καὶ 1.1.452 πῶς ἂν μάθοιμεν τὸ λεγόμενον; τὸ γὰρ ἄκυρον καὶ ἀσή μαντον τῆς τοῦ 20τρόπου20 λέξεως ἐπιδιστάζειν ἡμᾶς τοῖς σημαινομένοις παρασκευάζει, ἐπίσης πάντων ταῖς ὑπονοίαις ὑποπιπτόντων καὶ κατ' ἴσον ἑκάστου τὸ ἀσυνάρτητον πρὸς τὸ προκείμενον ἐχόντων. ὡσαύτως δὲ καὶ ὅ φησιν 20ὁμοιό τητος τρόπον20 οὑτωσὶ λεγόμενον, ἀλλότριον πάσης δια νοίας ὑπονοοῦμεν πρὸς τὰ ὑποδείγματα τῶν διὰ τῆς συνη 1.1.453 θείας γνωρίμων ἀποσκοποῦντες. οὐ γὰρ πρὸς τὸ εἶδος ἢ τὸν 20τρόπον20 τοῦ τόκου καὶ τὸ γεννώμενον ὁμοιοῦται. ὁ μὲν γὰρ τόκος ἐπὶ τῆς διὰ σαρκὸς γεννήσεως σώματός ἐστι διαστολή, τὸ τελειωθὲν ζῷον ἐν τῇ διαπλάσει τῶν σπλάγχνων ἐπὶ τὸ ἔξω προάγουσα, τὸ δὲ γεννώμενον ἄν θρωπός ἐστιν ἢ ἵππος ἢ βοῦς ἢ ὅ τι ἂν τύχῃ διὰ γεννή 1.1.454 σεως ὑφιστάμενον. πῶς τοίνυν 20ὁ τῆς ὁμοιότητος20 τοῦ τικτομένου 20τρόπος ἕπεται τῷ τρόπῳ τῆς γεν νήσεως20, εἰπάτω αὐτὸς οὗτος ἢ εἴ τις ὑπ' αὐτοῦ τὴν μαιευτικὴν ἐπαιδεύθη τέχνην. ἄλλο γάρ τι ὁ τόκος καὶ τὸ ἐκ τοῦ τόκου ἄλλο καὶ διάφορος ἐφ' ἑκατέρου ὁ λόγος. Ὅτι μὲν οὖν ἐπὶ τῶν διὰ σαρκὸς τικτομένων ψεῦδός ἐστι τὸ λεγόμενον, οὐδεὶς ἂν ἀντείποι τῶν νοῦν ἐχόντων. 1.1.455 εἰ δὲ τὸ ποιεῖν καὶ τὸ κατασκευάζειν 20τρόπον γεν νήσεως20 ὀνομάζει, 20ᾧ ἕπεσθαι τὸν τρόπον τῆς20 τοῦ γινομένου φησὶν 20ὁμοιότητος20, καὶ οὕτως ὁ λόγος τοῦ εἰκότος κεχώρισται. οὑτωσὶ δὲ διὰ τῶν ὑποδειγμάτων σκοπήσωμεν. πληγαῖς τυποῦται σίδηρος πρός τι τῶν ἐν τῷ βίῳ χρησίμων παρὰ τοῦ δημιουργοῦντος σχηματιζόμενος. 1.1.456 τὸ οὖν σχῆμα τῆς ἄμης, ἂν οὕτω τύχῃ, πῶς ὁμοιοῦται τῇ χειρὶ τοῦ τεχνίτου ἢ τῷ τρόπῳ τῆς κατασκευῆς οἷον σφύραις καὶ ἄνθραξι καὶ φύσαις καὶ ἄκμονι, δι' ὧν αὐτὴν ὁ δημιουργὸς ἀνετυπώσατο, οὐκ ἄν τις εἰπεῖν ἔχοι· τὸ δὲ ἐπὶ τοῦ ἑνὸς ὑποδείγματος εἰρημένον πᾶσιν ἐφαρμόζει τοῖς διά τινος κατασκευῆς ἀπεργασθεῖσιν, ὅτι 20τῷ τρόπῳ τῆς 1.1.457 γεννήσεως20 τὸ γινόμενον οὐδαμῶς ὁμοιοῦται. τί γὰρ κοινὸν ἔχει τὸ εἶδος τοῦ ἱματίου πρὸς τὸ πηνίον ἢ τοὺς κανόνας ἢ τὴν κερκίδα ἢ ὅλως πρὸς τὸν τρόπον τῆς τοῦ ὑφάντου κατασκευῆς; τί δὲ τὸ βάθρον πρὸς τὴν τῶν ξύλων ἀπεργασίαν ἢ ἄλλο τι τῶν γινομένων πρὸς τὸ σχῆμα τοῦ κατεργασαμένου; 1.1.458 Ἀλλ' ἐν μὲν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ἀργεῖν τὸν λόγον τοῦτον καὶ αὐτοὺς οἶμαι τοὺς ἐναντίους συντί θεσθαι. ὑπόλοιπον δ' ἂν εἴη σκοπεῖν, εἴ τινα συντέλειαν πρὸς τὴν τῆς βλασφημίας κατασκευὴν συνεισφέρεται. τί οὖν τὸ ζητούμενον ἦν; τὸ δεῖν κατὰ τὴν οὐσίαν ὁμοίως ἢ ἀνομοίως ἔχειν τῷ πατρὶ τὸν υἱὸν ὁμολογεῖσθαι, ὅπερ διὰ τὸ μὴ δύνασθαι, φησίν, ἐκ τῶν τῆς προνοίας λόγων μαθεῖν ἐπὶ τὸν τῆς γεννήσεως ἀνεληλυθέναι τρόπον, ὡς διὰ τούτου γνῶναι οὐχὶ τὸν γεννηθέντα, εἰ ὁμοίως ἔχει πρὸς τὸν γεννήσαντα, ἀλλά τινα 20ὁμοιό τητος τρόπον20, καὶ διὰ τὸ τοῖς πολλοῖς ἄγνωστον εἶναι τοῦτον, διὰ τοῦτο τὴν γεννήσασαν οὐσίαν περιεργά ζεσθαι. ἆρα οὖν ἐπιλέλησται τῶν ἰδίων διορισμῶν, ἐν οἷς φησιν 20ἐκ τῶν ἔργων20 δεῖν 20τὰς οὐσίας καταλαμ 1.1.459 βάνεσθαι20; τῆς οὖν γεννηθείσης οὐσίας, ἣν ἔργον ὀνο μάζει τῆς ὑπερκειμένης, μηδέπω φανερωθείσης πῶς ἔχει κατὰ τὴν φύσιν; πῶς ὑπερβὰς τό, ὡς αὐτὸς λέγει, κα τώτερον καὶ διὰ τοῦτο τῇ καταλήψει τῶν ζητούντων προσεχέστερον, τῇ 20κυριωτάτῃ καὶ ἀνωτάτῃ20 προσ φύεται; καὶ τὸ ἀκριβῶς εἰδέναι τὰς θείας φωνὰς ἐν τῷ καθ' αὑτὸν λόγῳ κατασκευάζων, νῦν κἀκείνων ὀλίγον ποι εῖται τὸν λόγον, ὥσπερ ἀγνοῶν ὅτι οὐκ ἔστι τῇ γνώσει τοῦ πατρὸς προσβῆναι μὴ διὰ τοῦ υἱοῦ προσεγγίσαντα; Οὐδεὶς γάρ, φησίν, ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Ἀλλ' οὗτος ἐν οἷς μὲν ἂν μέλλῃ καθυβρίζειν τὰς 1.1.460 εὐσεβεῖς καὶ τῇ θεότητι πρεπούσας τοῦ μονογενοῦς