60
δὲ τοῦτο, πάλιν ἑξῆς διδάσκει φήσας· «ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη». 3.2.69 ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς 3.2.69 ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐκκείμενα· γέγονε γὰρ «ὑπήκοος» τῷ πατρὶ «μέχρι θανάτου»· διὸ καὶ κληρονομήσειν πολλούς, καὶ οὐ πρότερον ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα. 3.2.70 ἡγοῦμαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. πῶς γὰρ ἄλλως ἐπινοῆσαι δυνατὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων, λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων λογισθέντα ταφῇ τε παραδοθέντα, εἶτα καθαριζόμενον ὑπὸ τοῦ κυρίου, καὶ φῶς παρ' αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλούς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα; καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ ὁ ∆αβίδ· «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», 3.2.71 καὶ πάλιν· «κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον», καὶ πάλιν· «ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου». 3.2.72 Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἡσαΐου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται, ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων. 3.2.73 ἐπειδὴ γὰρ τὰ πάντα δι' αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων· «εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπεν γὰρ κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει». 3.2.74 ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καθ' ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ «καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει». 3.2.75 Πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρ κούντως ἐπὶ τοῦ παρόντος ταῦθ' ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δὲ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει. 3.2.76 τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προρρήσεώς τε καὶ προγνώσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις τὴν τῶν μελλόντων ἀγαθῶν παρουσίαν εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν καὶ εὐσέβειας νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ' ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ τελευτήν, καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν, 3.2.77 ἃ δὴ πάντα παρέστη καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συμπεπερασμένα. 3.2.78 Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐτοῖς παρατέθειται· τοῖς δ' ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων ἀναφανῇ, τὸ τηνικάδε καὶ τὰ περὶ τῆς θειοτέρας αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες ὡς οὐκ ἀνθρωπείας ἄρα ἦν