60
ὑπο λήψεις, ἐλάττονα εἶναι λέγει γυμνῇ τῇ φωνῇ, ἐν δὲ τῇ ἐπινοίᾳ τῆς γνώσεως τῶν θείων λανθάνει τὸ μεῖζον ἐπ' αὐτοῦ κατασκευάζων, εἴπερ τὴν τοῦ πατρὸς οὐσίαν ὡς ἑτοιμοτέραν εἰς κατανόησιν καταλαβὼν δι' ἐκείνης ἀνι χνεύειν πειρᾶται καὶ συλλογίζεσθαι τοῦ υἱοῦ τὴν φύσιν. 1.1.461 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ· 20διὰ τὸ τῇ φυσικῇ20, φησί, 20τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς γεν νήσεως τρόπον20. πάλιν τοῦτο ἁπλῶς καὶ ἀδιορίστως παραρριφὲν ἐπὶ πάντα παραπλησίως διαχεῖσθαι παρασκευ άζει τοῦ ζητοῦντος τὴν ἔννοιαν. τοιαῦτα γάρ ἐστι καθο λικῶς τὰ δογματιζόμενα, ὡς ἐπὶ πάντα φέρεσθαι ταῖς ὑπο νοίαις καὶ μηδὲν ὑπεξαιρεῖσθαι τῆς περιληπτικῆς ἀποφά 1.1.462 σεως. εἰ οὖν πάντως ὁ τῆς γεννήσεως τρόπος τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ γνωρίζεται, πολλαὶ δὲ τῶν τικτόντων αἱ κατὰ τὰς ἀξίας διαφοραὶ καὶ κατὰ πολλὰς ἐπινοίας καταλαμβάνονται (γεννᾶται γὰρ Ἰουδαῖος Ἕλλην βάρβαρος Σκύθης δοῦλος ἐλεύθερος), τί ἐκ τούτων κατασκευάζεται; ὅτι ὅσαι εἰσὶ τῶν γεννώντων κατὰ τὰς φυσικὰς ἀξίας δια φοραί, τοσοῦτοι καὶ τρόποι γεννήσεως κατὰ τὸ εἰκὸς εὑρε θήσονται· ὡς μὴ κατὰ τὸν αὐτὸν τρόπον πληροῦσθαι πᾶσι τὴν γέννησιν, ἀλλὰ ταῖς τῶν γεννώντων ἀξίαις τὰς φύσεις συμμεταβάλλεσθαι καὶ δεῖν ἑκάστῳ τῶν τικτομένων κατὰ τὴν τῶν ἀξιωμάτων διαφορὰν ἰδιάζοντά τινα γεννήσεως 1.1.463 τρόπον καινοτομεῖσθαι. πᾶσι γὰρ συμφυεῖς ἀξίαι τινές εἰσι πάντως ἐπιθεωρούμεναι τοῖς καθ' ἕκαστον, διαφέρουσαι δὲ ἀλλήλων πρὸς τὸ κρεῖττον ἢ καταδεέστερον, ὅπως ἂν ἑκά στῳ συμπέσῃ γένος ἀξίωμα θρησκεία πατρὶς δυναστεία δουλεία πλοῦτος πενία τὸ αὐτεξούσιον τὸ ὑποχείριον, πάντα ὅσα τὰς κατὰ τὸν βίον διαφορὰς ἐν ταῖς ἀξίαις ἐργάζεται. εἰ οὖν 20τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ20, καθώς φησιν ὁ Εὐνόμιος, 20ὁ τῆς γεννήσεως δείκνυται τρόπος20, 1.1.464 πολλαὶ δὲ αἱ κατὰ τὰς ἀξίας διαφοραί, πολλοὶ πάντως καὶ οἱ τῆς γεννήσεως τρόποι κατὰ τὸν δογματιστὴν εὑρεθήσονται καὶ ἄλλος ἄλλως ἀποτεχθήσονται, τῆς κατὰ τὰς ἀξίας διαφορᾶς νομοθετούσης τῇ φύσει τὸν τόκον. 1.1.465 Εἰ δὲ μὴ δέχοιτο φυσικὰς εἶναι τὰς τοιαύτας ἀξίας ὡς ἔξω τῆς φύσεως θεωρουμένας, οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἐκείνῳ μέντοι πάντως συνθήσεται, ὅτι φυσικῇ τινι πάντως ἀξίᾳ τῆς ἀλόγου ζωῆς ἡ ἀνθρωπίνη κεχώρισται. ἀλλ' ὁ τοῦ τόκου τρόπος οὐδεμίαν ἐν τῇ κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾷ τὴν παραλλαγὴν ἔχει, ὁμοιοτρόπως τῆς φύσεως τά τε λογικὰ καὶ τὰ ἄλογα διὰ τῆς γεννήσεως εἰς τὴν 1.1.466 ζωὴν παραγούσης. εἰ δὲ ἐπὶ μόνης ἐκείνης τῆς οὐσίας τῆς, ὡς αὐτὸς ὀνομάζει, 20κυριωτάτης καὶ ἀνωτάτης20 τὸ συμφυὲς ἀξίωμα καταλαμβάνει, ἴδωμεν ὅ τι καὶ νοῶν τοῦτο λέγει. ὡς μὲν γὰρ ὁ ἡμέτερος λόγος, συμφυές ἐστιν ἀξίωμα τῷ θεῷ αὐτὴ ἡ θεότης ἡ σοφία ἡ δύναμις τὸ ἀγαθὸν εἶναι κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν κτίστην ἐξουσιαστὴν ἀόρατον ἀτελεύτητον καὶ εἴ τι ἄλλο τῶν εἰς δοξολογίαν παρὰ τῆς θεοπνεύστου γραφῆς εἰρη μένων ἐστίν, ἅπερ πάντα καὶ τῷ μονογενεῖ υἱῷ κυρίως καὶ συμφυῶς ἐνθεωρεῖσθαί φαμεν, ἐν μόνῃ τῇ κατὰ τὸ ἄναρ χον ἐννοίᾳ τὴν διαφορὰν ἐπιστάμενοι, καὶ ταύτην οὐ κατὰ 1.1.467 πᾶσαν ὑπόνοιαν τοῦ μονογενοῦς ἀποτέμνομεν. μηδεὶς δια σπαρασσέτω διὰ συκοφαντίας τὸν λόγον, ὡς ἀγέννητον ἡμῶν ἀποδεικνύειν ἐπιχειρούντων τὸν ἀληθῶς υἱόν· οὐδὲν γὰρ ἔλαττον ἀσεβεῖν τοὺς τὰ τοιαῦτα λέγοντας τῶν τὸ ἀνό μοιον δογματιζόντων διοριζόμεθα. ἀλλ' ἐπειδὴ πολύσημος ὁ τῆς ἀρχῆς λόγος καὶ εἰς πολλὰ ταῖς ὑπονοίαις φερό μενος, ἔστιν ἐν οἷς φαμεν καὶ τῷ μονογενεῖ υἱῷ μὴ ἀπεμ 1.1.468 φαίνειν τὴν τοῦ ἀνάρχου προσηγορίαν. ὅταν μὲν γὰρ τὸ μὴ ἐξ αἰτίου τινὸς τὴν ὑπόστασιν ἔχειν ἐκ τῆς φωνῆς τοῦ ἀνάρχου νοῆται, τοῦτο μόνου τοῦ πατρὸς ἴδιον ὁμολογοῦ μεν τοῦ ἀγεννήτως ὄντος· ὅταν δὲ κατὰ τὰ λοιπὰ τῶν ἐπὶ τῆς ἀρχῆς σημαινομένων ἡ ἐξέτασις ᾖ, ἐπειδὴ καὶ κτίσεώς τις ἐπινοεῖται ἀρχὴ καὶ χρόνου καὶ τάξεως, κἂν τούτοις καὶ τῷ μονογενεῖ προσμαρτυροῦμεν τὸ ὑψηλότερον ἀρχῆς εἶναι, ὡς ὑπὲρ πᾶσαν καὶ κτίσεως ἀρχὴν καὶ χρόνου ἔν νοιαν καὶ