61
φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἷς ἀκολούθως καὶ τὰ τῆς κατ' αὐτὸν θεολογίας, ὡς οἷόν τέ ἐστιν ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κατηγορίαις βλασφημοῦντες αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα, οἴκοθεν μὲν οὐδέν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι. 3.3.1 Πευστέον δὴ αὐτῶν, εἴ ποτέ τις ἄλλος τοιοῦτος πλάνος ἱστόρηται πραότητος καὶ ἐπιεικείας σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς διδάσκαλος τοῖς ἀπατωμένοις γεγονὼς αἴτιος, καὶ εἰ θεμιτὸν τούτοις ἀποκαλεῖν τοῖς ὀνόμασι τὸν μηδὲ ἐμβλέπειν μετὰ ἐπιθυμίας ἀκολάστου γυναιξὶν ἐπιτρέψαντα, καὶ εἰ πλάνος ὁ τὴν εἰς ἄκρον παραδοὺς φιλοσοφίαν, ἐν τῷ τοὺς φοιτητὰς παιδεύειν τῶν ὑπαρ χόντων ἐνδεέσι κοινωνεῖν καὶ τὸ φιλόπονον καὶ κοινωνικὸν περὶ πολλοῦ τίθεσθαι, καὶ εἰ πλάνος ὁ τῆς πανδήμου καὶ ἀγελαίου καὶ θορυβώδους συνουσίας ἀνείργων, διδάσκων δὲ μόνην ἀσπάζεσθαι τὴν περὶ τὰ θεῖα λόγια σχολήν. 3.3.2 ὁ δὲ παντὸς μὲν ψεύδους ἀποτρέπων, τὴν δ' ἀλήθειαν πρὸ παντὸς τιμᾶν παραινῶν, ὡς μηδ' εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν· «ἔστω γὰρ ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ», πῶς ἂν πλάνος ἐνδίκως ὀνομασθείη; καὶ τί με χρὴ πλείονα νῦν λέγειν, παρὸν ἐκ τῶν πρόσθεν εἰρημένων τίς ποτε ἦν ὁ τρόπος γνῶναι τῆς ὑπ' αὐτοῦ κατασπαρείσης τῷ βίῳ πολιτείας, ἀφ' ἧς οὐχ ὅπως πλάνον ἀλλά τινα θεῖον ὡς ἀληθῶς καὶ θείας καὶ εὐσεβοῦς ἀλλ' οὐ τῆς κοινῆς καὶ πανδήμου φιλοσοφίας εἰσηγητὴν πᾶς ὁ φιλαλήθης αὐτὸν ὁμολογήσαι ἄν; 3.3.3 τὸν γοῦν βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων ἤδη πως ἐξ ἀνθρώπων ἀπολωλότα μόνος ἀνανεωσάμενος οὐκ εἰς βραχεῖς καὶ μετρίους, ἀλλ' εἰς ὅλον ἐφαπλῶσαι τὸν κόσμον ἀποδέδεικται διὰ τοῦ πρώτου συγγράμματος τῆς παρούσης ὑποθέσεως· δι' οὗ πάρεστιν ἀνθρώποις ἐπὶ σπείρας τοῖς καθ' ὅλης τῆς οἰκουμένης τὸν ... τῶν θεοφιλῶν ἐκείνων ἀμφὶ τὸν Ἀβραὰμ μυρίους τε ὅσους ζηλωτὰς οὐκ ἐξ Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων τῆς ἐκείνων θεοσεβοῦς πολιτείας ἀποδεῖξαι. 3.3.4 ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδασκαλίας αὐτοῦ τοιαῦτα. φέρε δὲ σκεψώμεθα, μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατα τῶν δογμάτων κατεγίνετο. 3.3.5 Ἆρ' οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διάνοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσιν, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα; 3.3.6 ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος; ἢ ὅτι μὴ καὶ πλείους σέβειν θεούς, ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας ὡς τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα, συγχωρεῖ; ἀλλ' οὗτος οὐ νεώτερος οὐδ' οἰκεῖος αὐτῷ λόγος, τοῖς δ' ἐκ μακροῦ πάλαι θεοφιλέσιν Ἑβραίοις προσφιλής, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπαρασκευῆς, παρ' ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐτῶν Ἑλλήνων οἱ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν· Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς. 3.3.7 Χαλδαίους δὲ τοὺς αὐτοὺς διὰ τὸν Ἀβραὰμ ὠνόμασεν, ἐπεὶ Χαλδαῖος ἦν τὸ γένος, ὡς ἱστορεῖται. εἰ δὴ οὖν καὶ πρόπαλαι παῖδες Ἑβραίων, τῶν δὴ μάλιστα καὶ πρὸς τῶν χρησμῶν ἐπὶ σοφίᾳ μεμαρτυρημένων, ἐπὶ μόνον τὸν πάντων δημιουργὸν θεὸν ἀνῆγον τὸ σέβας, τί δεῖ πλάνον οὐχὶ δὲ θαυμαστὸν εὐσεβείας διδάσκαλον ὁμολογεῖν τοῦτον, ὃς τὰ πρόπαλαι μόνοις τοῖς θεοφιλέσιν Ἑβραίοις ἐγνωσμένα εἰς πάντας ἀνθρώπους ἀοράτῳ καὶ ἐνθέῳ δυνάμει προαγαγὼν ἐξήπλωσεν, ὥστε μηκέτι κατὰ τὸ παλαιὸν βραχεῖς τινας καὶ ἀριθμῷ ληπτοὺς ὀρθὰς περὶ θεοῦ φέρειν δόξας, ἀλλὰ μυρία πλήθη βαρβάρων τῶν πάλαι θηριωδεστάτων λογίων τε καὶ Ἑλλήνων ἀνδρῶν, οἳ τοῖς πάλαι προφήταις καὶ