61
τάξεως ἀκολουθίαν εἶναι πιστεύειν τὸν δι' οὗ τὰ 1.1.469 πάντα ἐγένετο· ὥστε τὸν τῷ λόγῳ τῆς ὑποστάσεως μὴ ἄναρχον ἐν τοῖς ἄλλοις πᾶσιν ὁμολογούμενον ἔχειν τὸ ἄν αρχον, καὶ τὸν μὲν πατέρα καὶ ἄναρχον καὶ ἀγέννητον, τὸν δὲ υἱὸν ἄναρχον μὲν κατὰ τὸν εἰρημένον τρόπον, οὐ μὴν καὶ ἀγέννητον. 1.1.470 Εἰς ποῖον οὖν συμφυὲς ἀξίωμα τοῦ πατρὸς βλέπων δι' ἐκείνου τὸν τῆς γεννήσεως τρόπον ἀναλογίζεται; εἰς τὴν ἀγεννησίαν πάντως ἐρεῖ. οὐκοῦν εἰ μὲν πάντα τὰ ὀνόματα, ὅσα εἰς δοξολογίαν τοῦ θεοῦ τῶν ὅλων ἐμάθομεν, ἀργά σοι καὶ ἀσήμαντα λέγομεν, περιττή τίς ἐστι καὶ παρέλκουσα ἡ τῶν τοιούτων φωνῶν ἀπαρίθμησις ἐν ψιλῷ τῷ κατα λόγῳ προφερομένη, εἴπερ οὐδεμία τῶν λοιπῶν προσηγοριῶν 1.1.471 τὴν φυσικὴν ἀξίαν τοῦ ἐπὶ πάντων παρίστησιν. εἰ δὲ ἑκά στου τῶν λεγομένων ἰδιάζουσά τις ἔννοια καὶ πρέπουσα τῇ περὶ τοῦ θεοῦ ὑπολήψει γνωρίζεται, δηλονότι κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ θεοῦ θεωροῦνται καὶ διὰ τούτων ἡ τῶν οὐσιῶν ὁμοιότης κατα σκευάζεται, εἴπερ τὰ συμφυῆ ταῖς οὐσίαις ἀξιώματα γνω 1.1.472 ριστικὰ τῶν ὑποκειμένων ἐστί. τῶν δὲ ἀξιωμάτων ἐφ' ἑκατέρου τῶν αὐτῶν φαινομένων, ἡ κατὰ τὴν οὐσίαν ταὐ τότης τῶν ταῖς αὐταῖς ἀξίαις ὑποκειμένων πραγμάτων σα φῶς ἐπιδείκνυται. εἰ γὰρ ἱκανὴ νομίζεται ἑνὸς ὀνόματος παραλλαγὴ τὸ ξένον τῆς οὐσίας ἐνδείξασθαι, πόσῳ μᾶλλον ἰσχύσει ἡ τῶν μυρίων ὀνομάτων ταὐτότης τὸ κοινὸν παρα 1.1.473 στῆσαι τῆς φύσεως; τίς οὖν ἡ αἰτία δι' ἣν τὰ μὲν λοιπὰ τῶν ὀνομάτων περιορᾶται, μόνῳ δὲ τῷ ἑνὶ τεκμηριοῦται ἡ γέννησις; καὶ διὰ τί μόνον συμφυὲς ἀξίωμα τὴν 20ἀγεν νησίαν20 ἐπὶ τοῦ πατρὸς δογματίζουσι, τὰ λοιπὰ παρωσά μενοι; ἵνα τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ τὸν τῆς ὁμοιότητος κακουργήσωσι τρόπον, ὅπερ καὶ αὐτὸ κατὰ τὸν προσήκοντα καιρὸν εὐθυνόμενον ἐπίσης τοῖς προειρημένοις ἀδρανές τε καὶ ἀνυπόστατον καὶ ἀντ' οὐδενὸς εὑρεθήσεται. 1.1.474 Ὅτι δὲ εἰς τοῦτο βλέπουσιν αἱ κατασκευαὶ πᾶσαι, τὸ ἐπιφερόμενον δείκνυσιν, ἐν οἷς ἑαυτὸν ἀποδέχεται ὡς προση κόντως τῇ ὁδῷ ἐκείνῃ πρὸς τὴν κατασκευὴν τῆς βλασφη μίας χρησάμενος καὶ οὐκ εὐθὺς ἀπογυμνώσας τοῦ λόγου τὸ βούλημα οὐδὲ πρὸ τοῦ συναρτῆσαι τὴν κατασκευὴν τῆς ἀπάτης ἀγυμνάστοις ἔτι ταῖς ἀκοαῖς προσβαλὼν τὴν ἀσέ βειαν οὐδὲ ἐν προοιμίοις τῶν λόγων τὴν ἀγεννησίαν οὐσίαν ἀποφηνάμενος καὶ τὴν τῆς οὐσίας ἑτερότητα διαθρυλήσας, 1.1.475 οὑτωσὶ λέγων ταῦτα κατὰ τὴν λέξιν· 20ἢ καθὼς νομο θετεῖ Βασίλειος, ἀπ' αὐτῶν ἄρξασθαι τῶν ζη τουμένων ἔδει ἀσυναρτήτως τὴν ἀγεννησίαν οὐσίαν λέγοντας καὶ τὴν τῆς οὐσίας ἑτερό τητα θρυλεῖν ἢ ταὐτότητα20; περὶ ὧν πολλὰ διὰ μέσου διεξελθὼν ἐν σκώμμασι καὶ λοιδορίαις καὶ ὕβρεσιν (οὕτω γὰρ οἶδεν ὁ σοφὸς ὑπὲρ τῶν ἰδίων δογμάτων δια γωνίζεσθαι) πάλιν ἐπαναλαμβάνει τὸν λόγον καὶ πρὸς τὸν ἀντίπαλον δῆθεν ἀποτεινόμενος κἀκείνῳ τῶν λεγομένων τὴν 1.1.476 αἰτίαν ἀνατιθεὶς τοιάδε φησίν· 20ἐπεὶ καὶ πρὸ τῶν ἄλ λων ὑμεῖς ἔνοχοι τούτοις τοῖς πλημμελήμασιν οἱ τὴν αὐτὴν οὐσίαν τῷ γεννήσαντι καὶ τῷ γεννηθέντι διακληρώσαντες, διὸ καὶ τὴν ἐπὶ τούτοις λοιδορίαν ὥσπερ τινὰ πάγην ἄφυκτον καθ' ἑαυτῶν ἐτεκτήνασθε, τῆς δίκης ὡς εἰκὸς τοῖς ὑμετέροις καθ' ὑμῶν αὐτῶν ἐπιψηφι 1.1.477 ζούσης. ἤτοι γὰρ ἀνάρχως ἀλλήλων κεχω ρίσθαι τὰς οὐσίας ταύτας ὑπολαμβάνοντες, τούτων δὲ τὴν ἑτέραν εἰς υἱοῦ τάξιν διὰ γεν νήσεως ἄγοντες καὶ τὸν ἀνάρχως ὄντα ὑπὸ τοῦ ὄντος γενέσθαι διατεινόμενοι τοῖς ἰδίοις ὑπό κεισθε λοιδορήμασιν (ὃν γὰρ ἀγέννητον εἶναι φαντάζεσθε, τούτῳ τὴν παρ' ἑτέρου γέννησιν ἐπιφημίζετε), ἢ μίαν καὶ μόνην ἄναρχον ὁμο λογοῦντες οὐσίαν, εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει περιγράφοντες, αὐτὴν παρ' ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέννητον οὐσίαν φήσετε20. 1.1.478 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον συντε λοῦντα σκοπόν, ὑπερβήσομαι· ἐν δὲ τοῖς εἰρημένοις, ἐπειδὴ δεινῶς ἡμῖν τοὺς ἀμφήκεις τούτους ἐλέγχους διχόθεν