62
δικαίοις ἀνδράσιν εὐσεβεῖν ὁμοίως διὰ μόνης τῆς αὐτοῦ δυνάμεως ἐπαιδεύθησαν; 3.3.8 Ἀλλὰ δὴ τὸ τρίτον σκεψώμεθα, μή ποτ' ἄρα τοῦτ' ἦν δι' ὃ πλάνον αὐτόν φασιν, ὅτι μὴ βουθυσίαις μηδὲ ζῴων ἀλόγων σφαγαῖς μηδ' αἵμασι καὶ πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προσηνεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρθωσιν, δι' ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων· «ἔσεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν». 3.3.9 εἰ δὴ ταῦτά τις Ἑλλήνων αἰτιῷτο, ἴστω μὴ φίλα τοῖς οἰκείοις διδασκάλοις φρονῶν, οἵ γε, ὡς εἰκὸς ἐξ ἡμῶν ὠφελημένοι, ἐπεὶ καὶ μεθ' ἡμᾶς γεγόνασι τοῖς χρόνοις, λέγω δὲ μετὰ τὴν προβεβλημένην ἡμῖν ὑπὸ τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν, οἷα δὴ ἐγγράφως ὡμολόγουν, ἄκουε. 3.3.10 Ἀπὸ τῶν Πορφυρίου περὶ ἐμψύχων ἀποχῆς. «Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ' ἐπονομάζοντες οὐδὲν γὰρ ἔνυλον, ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον· διὸ οὐδὲ λόγος αὐτῷ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ' ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὐτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσαγαγεῖν θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.» 3.3.11 Ἐκ τῆς Ἀπολλωνίου τοῦ Τυανέως θεολογίας. «Οὕτως τοίνυν μάλιστα ἄν τις τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ' ὁντιναοῦν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ φαμὲν τοῦτον, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων, μεθ' ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν μήτε ἀνάπτοι πῦρ μήτε τι καθόλου τῶν αἰσθητῶν ἐπονομάζοι δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς ἐσμεν, οὐδ' ἔστιν ὃ τὴν ἀρχὴν γῆ ἀνίησιν φυτὸν ἢ τρέφει ζῷον ἢ ἀήρ, ᾧ οὐ πρόσεστίν γε μίασμα, μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, παρὰ δὲ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τοῦ ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος ὀργάνου μὴ δεόμενος». 3.3.12 Εἰ δὴ οὖν ταῦτα καὶ πρὸς τῶν παρ' Ἕλλησι διαπρεπῶν φιλοσόφων τε καὶ θεολόγων ὁμολογεῖται, πῶς ἂν εἴη πλάνος ὁ μὴ μόνον λόγους ἀλλ' ἔργα τῶν λόγων πολὺ πρότερον τοῖς φοιτηταῖς ἐκτελεῖν παραδούς, δι' ὧν κατὰ τὸν ὀρθὸν λόγον ἤμελλον θεραπεύειν τὸ θεῖον; ὅπως δὲ καὶ τίσιν λόγοις οἱ παλαιοὶ Ἑβραῖοι θύειν μνημονεύονται, διειληφότες ἐν τῷ πρώτῳ συγγράμματι τῆς παρούσης ὑποθέσεως, ἐκείνοις ἀρκεσθησόμεθα. 3.3.13 Ἐπεὶ δὲ πρὸς τοῖς ἐξητασμένοις ἔγνωμεν, παρὰ τοῦ Χριστοῦ μαθόντες, ὅτι γεννητὸς ὁ κόσμος καὶ ὅτι οὐρανὸς αὐτὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα ἔργα θεοῦ τυγχάνει, καὶ ὅτι χρὴ μὴ ταῦτα ἀλλὰ τὸν ποιητὴν αὐτῶν σέβειν, σκέψασθαι δεῖ, μὴ ἄρα ἠπατήμεθα, τοῦτον παρ' αὐτοῦ διδαχθέντες φρονεῖν τὸν τρόπον. 3.3.14 καὶ μὴν Ἑβραίων καὶ οὗτος ἦν ὁ λόγος, καὶ φιλοσόφων δὲ οἱ μάλιστα διαφανεῖς τοῖς αὐτοῖς συνηνέχθησαν, γεννητὸν καὶ αὐτὸν τὸν οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ τὸν σύμπαντα κόσμον πρὸς τοῦ τῶν ὅλων ποιητοῦ γεγονότα ἀποφηνάμενοι. ἀλλὰ καὶ συντέλειαν καὶ μεταβολὴν τὴν ἐπὶ τὰ κρείττω τοῦδε τοῦ παντὸς ἔσεσθαι προσδοκᾶν ἐδίδαξεν, ταῖς Ἑβραίων καὶ τοῦτο ἀκολούθως γραφαῖς. 3.3.15 τί οὖν; οὐχὶ καὶ ὁ Πλάτων φύσεως λυτῆς καὶ φθαρτῆς οἶδεν αὐτόν τε οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, εἰ καὶ μὴ λυθήσεσθαί φησιν ταῦτα, τῷ μὴ τὸν συμπήξαντα βούλεσθαι; 3.3.16 Εἰ δ' ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνατον ἔχειν ἡμᾶς κατ' οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν