62
στο μώσας διὰ τῆς τῶν διλημμάτων ἐπινοίας προτείνεται, ἀνάγκη καὶ ἡμᾶς μὴ σιωπῇ δέξασθαι τὸν κατὰ τοῦ δόγματος πόλεμον, ἀλλ' ὡς ἔχομεν δυνάμεως συμμαχῆσαι τῷ λόγῳ καὶ δεῖξαι τὴν φοβερὰν ταύτην καὶ ἀμφίστομον μάχαιραν, ἣν κατὰ τῆς ἀληθείας ἐθήξατο, τῶν ἐν ταῖς σκιαγραφίαις φαινομένων ἀδρανεστέραν. 1.1.479 ∆ιπλαῖς ἐννοίαις διαβάλλει τὸ κοινὸν τῆς οὐσίας καί φησιν ἢ δύο ἀγεννήτους ἀρχὰς ἀντιπαρεξαγομένας ἀλλήλαις τὴν μὲν πατέρα, τὴν δὲ υἱὸν ἡμᾶς ὀνομάζειν, τὸν ὄντα παρὰ τοῦ ὄντος γεγενῆσθαι λέγοντας ἢ μίαν νοουμένην καὶ τὴν αὐτὴν οὐσίαν ἑκάτερον ἐν μέρει μεταλαμβάνειν τῶν ὀνομάτων, καὶ πατέρα οὖσαν καὶ υἱὸν γινομένην αὐτὴν παρ' 1.1.480 ἑαυτῆς διὰ γεννήσεως παραγομένην. ταῦτα διὰ τῆς ἐμαυ τοῦ λέξεως γράφω, οὐ παρερμηνεύων αὐτοῦ τὴν διάνοιαν, ἀλλὰ τὸ στομφῶδες καὶ κατεστοιβασμένον τῆς ἑρμηνείας ἐπανορθούμενος, ὡς ἂν εὐσύνοπτον αὐτοῦ πᾶσι τὸ βούλημα γένοιτο, διὰ τῆς κατὰ τὴν λέξιν σαφηνείας ἐκκαλυπτόμενον. 1.1.481 ὁ γὰρ τὴν ἀμαθίαν ἡμῶν διασύρων καὶ τὸ μὴ ἐξ ἀρκούσης παρασκευῆς ἐπὶ τὸν λόγον ἐληλυθέναι προφέρων, οὕτως ἁβρύνει τῇ λαμπρότητι τῆς ἑρμηνείας τὸν ἴδιον λόγον, οὕτως 20ἐξονυχίζει20, καθὼς αὐτὸς ὀνομάζει, 20τὰ ῥή ματα20, ἐν τῇ περιττῇ ταύτῃ καλλιεπείᾳ τὴν συγγραφὴν ἀγλαΐζων, ὡς αὐτόθεν αἱρεῖν τῇ τῆς λέξεως ἡδονῇ τὸν ἀκούοντα· οἷα μετὰ πολλῶν ἄλλων καὶ τὰ νῦν ὑπανεγνω σμένα ἐστί. καὶ εἰ δοκεῖ, πάλιν ὑπαναγνώσομαι· 20διὸ καὶ τὴν ἐπὶ τούτοις λοιδορίαν ὥσπερ τινὰ πάγην ἄφυκτον καθ' ἑαυτῶν ἐτεκτήνασθε, τῆς δίκης ὡς εἰκὸς τοῖς ὑμετέροις καθ' ὑμῶν αὐτῶν ἐπιψηφιζούσης20. 1.1.482 Ὅρα τὰ ἄνθη τῆς ἀρχαίας Ἀτθίδος, ὡς ἐπαστράπτει τῇ συντάξει τοῦ λόγου τὸ λεῖον καὶ κατεστιλβωμένον τῆς λέξεως, ὡς γλαφυρῶς καὶ ποικίλως τῇ ὥρᾳ τοῦ λόγου περιανθίζεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὡς ἄν τῳ δόξῃ, ἡμῖν δὲ πρὸς τὴν διάνοιαν τῶν εἰρημένων τρεπέσθω πάλιν ὁ δρόμος, καὶ δι' αὐτῶν, εἰ δοκεῖ, γενώμεθα τοῦ λογο 1.1.483 γράφου τῶν λέξεων. 20ἤτοι γὰρ ἀνάρχως ἀλλήλων κεχωρίσθαι τὰς οὐσίας ταύτας ὑπολαμβάνον τες, τούτων δὲ τὴν ἑτέραν εἰς υἱοῦ τάξιν διὰ γεννήσεως ἄγοντες καὶ τὸν ἀνάρχως ὄντα ὑπὸ τοῦ ὄντος γεγενῆσθαι διατεινόμενοι20. ἀρκεῖ ταῦτα. δύο φησὶν ἡμᾶς ἀγεννήτους οὐσίας πρεσβεύειν, 1.1.484 πῶς τοῦτο λέγων ὁ φύρειν τὰ πάντα καὶ συγχεῖν αἰτιώ μενος διὰ τοῦ μίαν ὁμολογεῖν τὴν οὐσίαν; εἰ μὲν γὰρ δύο φύσεις ἀλλοτρίως κατὰ τὸ εἶναι πρὸς ἀλλήλας ἐχούσας καὶ ὁ ἡμέτερος ἐπρέσβευε λόγος κατὰ τὸ ἴσον τῶν τὸ "1ἀνό μοιον"2 δογματιζόντων, καλῶς εἶχε τὸ διῃρημένον τῆς φύ σεως εἰς δύο τινῶν ἀρχῶν ὑπονοίας ἐκφέρειν νομίζεσθαι. εἰ δὲ μία φύσις ὁμολογεῖται παρ' ἡμῶν ἐν διαφόροις ταῖς ὑποστάσεσι καὶ πατὴρ πιστεύεται καὶ υἱὸς δοξάζεται, πῶς δύο πρεσβεύειν ἀρχὰς τὸ τοιοῦτον δόγμα παρὰ τῶν ἐναν 1.1.485 τίων συκοφαντεῖται; εἶτα ἐκ τῶν δύο τούτων ἀρχῶν τὴν μίαν λέγει παρ' ἡμῶν εἰς υἱοῦ τάξιν κατάγεσθαι καὶ τὸν ὄντα ὑπὸ τοῦ ὄντος γεγενῆσθαι. δειξάτω τὸν προστάτην τοῦ λόγου τούτου, καὶ ἡμεῖς σιωπήσομεν, εἴτε τι πρόσωπον διελέγχει τὸ ταῦτα παραφθεγξάμενον εἴτε καὶ ἁπλῶς τὸν λόγον τοῦτον ἐν ἐκκλησίαις οἶδε φερόμενον. τίς γὰρ οὕτως παράφορος τοῖς λογισμοῖς καὶ ἐξεστηκὼς τὴν διάνοιαν, ὡς πατέρα καὶ υἱὸν λέγειν καὶ δύο πάλιν ἀγέννητα οἴεσθαι καὶ τὸ ἓν αὖθις παρὰ τοῦ ἑνὸς γεγενῆσθαι νομίζειν; τίς δὲ καὶ ἡ ἀνάγκη ἡ πρὸς τὰς τοιαύτας ὑπονοίας ἐξωθοῦσα τὸ δόγμα; ἐκ ποίων παρ' αὐτοῦ λόγων τοῦτο κατεσκευάσθη, 1.1.486 ὡς ἀναγκαίως ταύτην ἀνακύψαι τὴν ἀτοπίαν; εἰ μὲν γάρ τι τῶν παρ' ἡμῶν ὁμολογουμένων προέφερεν, εἶτα διὰ τού του προῆγεν εἴτε σοφιστικῶς εἴτε κατά τινα δύναμιν ἀπο δεικτικὴν τὴν τοιαύτην συκοφαντίαν, εἶχεν ἴσως καιρὸν ἐπὶ διαβολῇ τοῦ δόγματος τὰ τοιαῦτα προφέρειν. εἰ δὲ οὔτε ἔστιν οὔτε μὴ γένηται λόγος ἐν ἐκκλησίᾳ τοιοῦτος οὔτε ὁ εἰπὼν ἐλέγχεται οὔτε ὁ ἀκηκοὼς ἐπιδείκνυται οὔτε ἀνάγκη τις εὑρίσκεται διά τινος ἀκολούθου τὴν ἀτοπίαν ταύτην κατασκευάζουσα, τί βούλεται αὐτῷ ἡ σκιαμαχία, οὐ συνορῶ. 1.1.487 ὥσπερ ἂν εἴ τις ὑπὸ φρενίτιδος παραπαίων συμπεπλέχθαι νομίζοι τινὶ μηδενὸς