63
ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ' ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ' οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ' ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχήν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ' οὐδέν, ὅσον ἐπὶ λόγῳ φύσεώς τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν; 3.3.17 Καὶ θείου δὲ πρὸς τούτοις δικαιωτηρίου συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτήτους τοῖς ἀσεβέσιν ὑπογράφων τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰωνίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς, τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ' ἀρετὴν τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέπεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας; 3.3.18 Ἐν τοῖς δογματικοῖς τῶν αὐτοῦ λόγων παρειλήφαμεν εἶναί τινας μετὰ τὸν ἀνωτάτω θεὸν δυνάμεις, ἀσωμάτους τὴν φύσιν καὶ νοεράς, λογικάς τε καὶ παναρέτους, τὸν παμβασιλέα χορευούσας, ὧν πλείους καὶ μέχρις ἀνθρώπων νεύματι τοῦ πατρὸς διά τινας σωτηρίους οἰκονομίας ἀπεστάλθαι· ἃς δὴ γνωρίζειν καὶ τιμᾶν κατὰ τὸ μέτρον τῆς ἀξίας ἐδιδάχθημεν, μόνῳ τῷ παμβασιλεῖ θεῷ τὴν σεβάσμιον τιμὴν ἀπονέμοντες. 3.3.19 ἔτι πρὸς τούτοις ἔγνωμεν, παρ' αὐτοῦ μαθόντες, πολεμίας τινὰς καὶ ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαιμόνων καὶ πνευμάτων πονηρῶν καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προσηγορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ' οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἶναι, καθ' ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοιαῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασιν τοῦ σωτῆρος ἡμῶν ἀναφερόμενα Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα. 3.3.20 εἰ δὴ οὖν ταῦτα σεμνὰ εἰ ὠφέλιμα εἰ φιλόσοφα εἰ ἀρετῆς μεστά, τίσιν λόγοις εὐλόγως ἂν ὁ τούτων διδάσκαλος ἐπιγραφείη τὸ τοῦ πλάνου ὄνομα; ἀλλὰ ταῦτα μὲν ὡς περὶ κοινοῦ τὴν φύσιν ἀνθρώπου τέως ἐξητάσθω, παραστατικὰ τῆς σεμνῆς καὶ βιωφελοῦς διδασκαλίας αὐτοῦ τυγχάνοντα. φέρε δὴ καὶ τὰ θειότερα σκεψώμεθα. 3.4.21 Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων, σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος, παραδόξων γέγονεν ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος. 3.4.22 καὶ ποτὲ μὲν ἔφησεν παραλυτικῷ· «ἀναστὰς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει», ὁ δὲ τὸ κελευσθὲν ἐποίει. 3.4.23 τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο. ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελθούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον διανοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παραχρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη. 3.4.24 ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσπεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνάγωγος ἦν, ἀλλ' οὗτος ἤδη καὶ θανοῦσαν. 3.4.25 τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο; ἢ ὡς ἐπὶ θαλάττης οἷα ἐπὶ λεωφόρου γῆς τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησεν τῇ θαλάσσῃ καὶ