63
προσπαλαίοντος, εἶτα κατὰ σπουδὴν ἑαυτὸν καταβαλὼν τὸν προσμαχόμενον οἴοιτο, τοιοῦτόν τι πέπονθεν ὁ σοφὸς λογογράφος ἀναπλάσσων ὑπονοίας, ἃς ἡμεῖς οὐ γινώσκομεν, καὶ σκιαῖς προσμαχόμενος, ἃς διὰ τῶν λογισμῶν τῶν ἰδίων ἀνετυπώσατο. 1.1.488 Εἰπάτω γάρ, τίς ἡ ἀνάγκη τὸν ὁμολογοῦντα υἱὸν ἐκ πατρὸς "1γεγεννῆσθαι"2 εἰς δύο ἀγεννήτων ὑπολήψεις ἐκφέρε σθαι; ἢ τίνος μᾶλλόν ἐστι δύο κατασκευάζειν ἀγέννητα, τοῦ τὸν υἱὸν ψευδωνύμως λέγεσθαι κατασκευάζοντος ἢ τοῦ δια 1.1.489 βεβαιουμένου τῇ προσηγορίᾳ τὴν φύσιν ἐπαληθεύεσθαι; ὁ γὰρ τὴν ἀληθῆ γέννησιν τοῦ υἱοῦ μὴ δεξάμενος, εἶναι δὲ ὅλως ὁμολογῶν, οἰκειότερον ἂν ὑπονοηθείη ἀγέννητον λέγειν τὸν ὄντα μέν, μὴ διὰ γεννήσεως δὲ τὸ εἶναι ἔχοντα· ὁ δὲ τὸ γνωριστικὸν ὁμοίωμα τῆς τοῦ μονογενοῦς ὑπο στάσεως αὐτὸ τὸ γεννητῶς αὐτὸν ἐκ τοῦ πατρὸς ὑποστῆναι διοριζόμενος, πῶς ἂν εἰς τὸ ἀγέννητον αὐτὸν οἴεσθαι παρε 1.1.490 νεχθείη; καίτοι καθ' ὑμᾶς τοὺς σοφούς, ἕως ἂν κρατῇ τὸ μὴ "1γεννηθῆναι"2 παρὰ τοῦ πατρὸς τὸν υἱόν, ἑνί τινι τρόπῳ τῶν ὑπὸ τοῦ ἀγεννήτου σημαινομένων καὶ αὐτὸς ἀγέννητος κυρίως ὀνομασθήσεται. ἐπειδὴ γὰρ τὰ μὲν τικτόμενα τὰ δὲ κατασκευαζόμενα γίνεται, τὸ μὴ διὰ γεν νήσεως ὑφεστὸς οὐδὲν κωλύει ἀγεννήτως ὑφεστάναι λέγειν 1.1.491 κατὰ μόνον τὸ τῆς γεννήσεως σημαινόμενον. τοῦτο δὲ ὁ ὑμέτερος περὶ τοῦ κυρίου κατασκευάζει λόγος ὁ κτίσμα εἶναι διοριζόμενος. οὐκοῦν καθ' ὑμᾶς ὦ σοφώτατοι ἀγέν νητος ὁ μονογενὴς ἐκ τῆς τοιαύτης ἀκολουθίας ὀνομασθή σεται, οὐ κατὰ τὸ ἡμέτερον δόγμα, καὶ εὑρίσκεται ὑμῖν 20ἡ δίκη20, ἥντινα καὶ λέγεις δίκην, 20τοῖς ὑμετέροις καθ' ὑμῶν ἐπιψηφίζουσα20. 1.1.492 Εὔκαιρον γὰρ ἐκ τοῦ βορβόρου τῶν ἐκεῖθεν λόγων προσπτύσαι τῇ βδελυρίᾳ τοῦ δόγματος. καὶ γὰρ καὶ τὸ ἕτερον μέρος τῶν κατὰ τὸ διλήμματον τεθέντων αὐτῷ τῆς ἴσης ἔχεται παραπληξίας. 20ἢ μίαν20, φησί, 20καὶ μόνην ἄναρχον ὁμολογοῦντες οὐσίαν εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει περιγράφον τες αὐτὴν παρ' ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέν 1.1.493 νητον οὐσίαν φήσετε20. τίς αὕτη πάλιν ἡ καινὴ τερατολογία; πῶς αὐτός τις ὑφ' ἑαυτοῦ γεννᾶται, ἑαυτὸν πατέρα ἔχων καὶ υἱὸς ἑαυτοῦ πάλιν γινόμενος; τίς ἡ ναυτία, τίς ἡ παραφορά, στρέφεσθαι ἑαυτοῖς ἐπὶ τὸ κάτω τὸν ὄροφον καὶ ὑπὲρ κεφαλῆς τὸ ἔδαφος ἔχειν; ὃ οἱ ὑπὸ μέθης καρηβαροῦντες νομίζουσι καὶ βοῶσι καὶ διατείνονται μήτε τὴν γῆν αὐτοῖς πεπηγέναι φεύγειν τε καὶ τοὺς τοίχους καὶ ἐν κύκλῳ περιδινεῖσθαι τὰ πάντα καὶ μηδεμίαν ἔχειν 1.1.494 τὰ φαινόμενα στάσιν. τάχα τοίνυν ἐν τοιούτῳ σάλῳ τὴν ψυχὴν ἔχων ὁ λογογράφος συνέγραφε καὶ ἐλεεῖν προσήκει μᾶλλον ἐπὶ τοῖς γεγραμμένοις αὐτὸν ἢ βδελύττεσθαι. τίς γὰρ οὕτω τῶν θείων δογμάτων ἀνήκοος, τίς οὕτω πόρρω τῶν τῆς ἐκκλησίας μυστηρίων ἐστίν, ὡς τὴν τοιαύτην ἔν νοιαν κατὰ τῆς πίστεως δέξασθαι; μᾶλλον δὲ μικρὸν ἴσως τὸ τοιοῦτον λέγειν, τὸ μηδένα κατὰ τῆς πίστεως τὴν ἀτο 1.1.495 πίαν ταύτην ὑπονοῆσαι. ἀλλὰ τίς ἐπὶ τῆς ἀνθρωπίνης φύ σεως ἢ ἄλλου τινὸς τῶν δι' αἰσθήσεως καταλαμβανο μένων, ἐπειδὰν τὸ κοινὸν τῆς οὐσίας ἀκούσῃ, ἢ ἄναρχα ὑπονοεῖ πάντα, ὅσα τῷ λόγῳ τῆς οὐσίας ἀλλήλοις συμφέ ρεται, ἢ αὐτό τι ἐξ ἑαυτοῦ γίνεσθαι λέγει καὶ τίκτειν ἅμα ἑαυτὸ καὶ ὑφ' ἑαυτοῦ γεννᾶσθαι; 1.1.496 Ὁ πρῶτος ἄνθρωπος καὶ ὁ ἐξ ἐκείνου γεγονὼς δια φόρως ἑκάτεροι τὸ εἶναι ἔχοντες, ὁ μὲν ἐκ συνδυασμοῦ τῶν γονέων, ὁ δὲ ἐκ τῆς τοῦ χοῦ διαπλάσεως, καὶ δύο εἶναι πιστεύονται καὶ τῷ λόγῳ τῆς οὐσίας ἀπ' ἀλλήλων οὐ δια σχίζονται, καὶ οὔτε ἄναρχοι δύο οὐσίαι ἀλλήλαις ἀντι παρεξάγεσθαι λέγονται οὔτε ὁ ὢν ὑπὸ τοῦ ὄντος γεννᾶσθαι, οὔτε εἷς οἱ δύο ποτὲ ἐνοήθησαν ἐν τῇ τοιαύτῃ τερατολογίᾳ τοῦ λόγου, ὡς ἑαυτοῦ πατέρα καὶ ἑαυτοῦ πάλιν υἱὸν ἀμ φοτέρους νομίζεσθαι· ἄνθρωπος γὰρ καὶ οὗτος κἀκεῖνος, καὶ ὁ λόγος τῆς οὐσίας ἐπὶ τῶν δύο κοινός· θνητὸς ἑκά τερος, λογικὸς ὁμοίως, νοῦ καὶ ἐπιστήμης δεκτικὸς ὡσαύ 1.1.497 τως. εἰ οὖν ὁ τῆς ἀνθρωπότητος λόγος ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ τῷ παρηλλαγμένῳ τῆς γεννήσεως οὐχ ὑπαλλάσσεται, οὐδεμίαν οὔτε τῆς τάξεως οὔτε