64
τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτήξαντα; 3.4.26 πέντε δὲ χιλιάδας ἀνδρῶν, συνεπιπαρόντος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους, ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους, λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν καὶ ἐπὶ ζήτησίν γε εἰκότως τῆς κατ' αὐτὸν ἀπορρήτου δυνάμεως ἐκκαλέσεται; Ἀλλ' ἵνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος. 3.4.27 οὐ γὰρ νόσῳ διαφθαρείς, ἀλλ' οὐδὲ βρόχῳ ἢ πυρί, οὐδὲ μὴν κατ' αὐτὸ τοῦ σταυροῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀνθρώπων παθών τι, τῶν ἀναιρεῖν εἰωθότων, βίαιον ὑπέμεινε τελευτήν, ἀλλ' ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα, ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν «πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου», οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ' ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. 3.4.28 εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών. 3.4.29 καὶ δείκνυσίν γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσαρκον, ἔνσωμον, αὐτὸν ἐκεῖνον, οἷος καὶ τὸ πρὶν ἦν, τοῖς οἰκείοις μαθηταῖς, οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ' ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν. 3.4.30 Τοιαῦτα ἦν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα, ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα. 3.4.31 ἐξήτασται παρ' ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι' ἑτέρων πραγμάτων ἐναργῶν, πάντα καλυπτόντων λόγον, δι' ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν, οἷς ἂν κρίνειεν, μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθεν, πλὴν ἀλλὰ καὶ διὰ τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ' ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι μέν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων ὡς ἂν ὑπ' ἀνδρὸς πλάνου ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς. ἄλλως δὲ πῶς αὐτοῖς ἀπαντήσομεν; 3.4.32 Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὧν ἐμαρτύρησαν οἱ γνώριμοι, σκεψώ μεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι' ἣν οἱ μὲν μαθηταί, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τ' αὖ μαθηταὶ μαθημάτων ὀριγνώμενοι σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσιν. 3.4.33 τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς; τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ' αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ' ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν· «μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν» καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὐτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα. παρῄνει δ' αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μωσέως παρηγγελμένων κρείττονα φρονεῖν. 3.4.34 τὸν μὲν γὰρ οἷα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν, ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἷα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὐτοῖς