64
τοῦ τρόπου τῆς ὑπάρξεως τῇ φύσει τὴν παραλλαγὴν ἐμποιούντων, ἀλλ' ὡσαύτως ἔχειν τῇ κοινῇ τῶν νηφόντων συγκαταθέσει διω μολόγηται καὶ οὐδεὶς <ἂν> ἀντείποι τούτῳ μὴ σφόδρα τοῦ ἑλλεβόρου δεόμενος, τίς ἡ ἀνάγκη κατὰ τῆς θείας φύσεως τὸ παράλογον τοῦτο τῆς ἐννοίας κατασκευάζεσθαι; 1.1.498 Πατέρα καὶ υἱὸν παρὰ τῆς ἀληθείας ἀκούσαντες ἐν δύο τοῖς ὑποκειμένοις τὴν ἑνότητα τῆς φύσεως ἐδιδάχθημεν, ὑπό τε τῶν ὀνομάτων φυσικῶς [διὰ] τῆς πρὸς ἄλληλα σχέ σεως σημαινομένης καὶ ὑπ' αὐτῆς πάλιν τῆς τοῦ κυρίου 1.1.499 φωνῆς. ὁ γὰρ εἰπὼν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τί ἄλλο ἢ τό τε μὴ ἄναρχον ἑαυτοῦ διὰ τῆς τοῦ πατρὸς ὁμολογίας παρίστησιν καὶ τὸ κοινὸν σημαίνει τῆς φύσεως διὰ τῆς πρὸς τὸν πατέρα ἑνότητος; ὡς ἄν, οἶμαι, διὰ τῶν εἰρη μένων τῆς ἐφ' ἑκάτερα τῶν αἱρέσεων παρατροπῆς ὁ τῆς πίστεως καθαρεύοι λόγος, μήτε τοῦ Σαβελλίου χώραν ἔχοντος εἰς σύγχυσιν ἄγειν τὴν τῶν ὑποστάσεων ἰδιότητα, φανερῶς τοῦ μονογενοῦς ἑαυτὸν ἀπὸ τοῦ πατρὸς διακρί ναντος ἐν τῷ εἰπεῖν Ἐγὼ καὶ ὁ πατήρ, μήτε τοῦ Ἀρείου τὸ ξένον τῆς φύσεως κατασκευάζειν ἰσχύοντος, τῆς ἀμφοτέ ρων ἑνότητος οὐ προσιεμένης τὴν κατὰ φύσιν διαίρεσιν. 1.1.500 οὐδὲν γὰρ ἄλλο τί ἐστιν ἐν τῷ λόγῳ τούτῳ τὸ διὰ τῆς ἑνότητος ἐπὶ πατρὸς καὶ υἱοῦ σημαινόμενον πλὴν κατὰ τὴν οὐσίαν αὐτήν· τὰ γὰρ λοιπὰ τῶν ἀγαθῶν, ὅσα ἐπιθεωρεῖται τῇ φύσει, κοινὰ προκεῖσθαι πᾶσιν εἰπών τις καὶ τοῖς διὰ κτίσεως γεγενημένοις οὐχ ἁμαρτήσεται. οἷον Οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, παρὰ τοῦ προφήτου λέγεται. ταῦτα βού 1.1.501 λεται πάλιν ὁ κύριος καὶ ἡμᾶς γίνεσθαί τε καὶ ὀνομά ζεσθαι· Γίνεσθε γὰρ οἰκτίρμονες καὶ Μακάριοι οἱ ἐλεή μονες καὶ ὅσα τοιαῦτα. ἆρ' οὖν, εἴ τις διὰ προσοχῆς καὶ ἐπιμελείας τῷ θείῳ βουλήματι ἑαυτὸν ὁμοιώσας ἀγαθὸς ἢ οἰκτίρμων καὶ ἐλεήμων ἐγένετο ἢ πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ, καθὼς μεμαρτύρηνται πολλοὶ τῶν ἁγίων ἐν τοῖς προτερήμασι τούτοις γενόμενοι, παρὰ τοῦτο ἕν εἰσι πρὸς τὸν θεὸν ἢ διά τινος τούτων πρὸς αὐτὸν συναπτόμενοι; οὐκ ἔστι ταῦτα. τὸ γὰρ μὴ ἐν πᾶσι ταὐτὸν ἓν εἶναι πρὸς τὸν 1.1.502 τῇ φύσει διηλλαγμένον οὐ δύναται. διὰ τοῦτο ἄνθρωπος πρὸς ἄνθρωπον ἓν γίνεται, ὅταν διὰ προαιρέσεως, καθὼς εἶπεν ὁ κύριος, τελειωθῶσιν εἰς τὸ ἕν, τῆς φυσικῆς συνα φείας τὴν κατὰ προαίρεσιν ἑνότητα προσλαβούσης. καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσι, τῆς κατὰ τὴν φύσιν καὶ τὴν προαίρεσιν κοινωνίας εἰς τὸ ἓν συνδραμούσης. εἰ δὲ τῷ θελήματι μόνῳ συνηρμοσμένος κατὰ τὴν φύσιν διῄρητο, πῶς ἐμαρτύρει ἑαυτῷ τὴν πρὸς τὸν πατέρα ἑνότητα, τῷ κυριωτάτῳ διεσχισμένος; 1.1.503 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλ λακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπαιδεύ θημεν, οὐκ εἰς μίαν ὑπόστασιν τὴν περὶ αὐτῶν ἔννοιαν συναλείφοντες, ἀλλὰ φυλάσσοντες μὲν διῃρημένην τὴν τῶν ὑποστάσεων ἰδιότητα, οὐ συνδιαιροῦντες δὲ τοῖς προσώποις τὴν τῆς οὐσίας ἑνότητα, ὡς ἂν μὴ δύο ἑτερογενῆ πράγματα ἐν τῷ τῆς ἀρχῆς λόγῳ ὑπολαμβάνοιτο καὶ διὰ τούτου πάρ 1.1.504 οδον λάβοι τῶν Μανιχαίων τὸ δόγμα. τὸ γὰρ κτιστὸν καὶ τὸ ἄκτιστον ἐκ διαμέτρου πρὸς ἄλληλα τὴν κατὰ τὸ σημαινόμενον ἐναντίωσιν ἔχει. εἰ οὖν τὰ δύο <ἐν> ταῖς ἀρχαῖς ταχθείη, κατὰ τὸ λεληθὸς ἡμῖν ὁ μανιχαϊσμὸς εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ εἰσφθαρήσεται. λέγω δὲ ταῦτα ζήλῳ 1.1.505 τῶν ἐναντίων περιεργότερον κατεξετάζων τὸν λόγον. καὶ οὐδεὶς ἂν ἴσως ἀντείποι μὴ ἐγγὺς τοῦ εἰκότος τὴν θεωρίαν προάγεσθαι, ὅτι δυνατοῦ ὄντος τοῦ κτιστοῦ κατὰ τὸ ἴσον τῷ ἀκτίστῳ ἀντιστήσεταί πως τὸ ἑτερογενὲς τῇ φύσει τῷ μὴ ὡσαύτως κατὰ τὴν οὐσίαν ἔχοντι, καὶ ἕως ἂν μηθετέρῳ αὐτῶν ἐπιλίπῃ ἡ δύναμις, εἰς ἀσύμφωνόν τινα στάσιν πρὸς ἄλληλα τὰ δύο διενεχθήσεται· πᾶσα γὰρ ἀνάγκη κατάλ ληλον εἶναι καὶ οἰκείαν ὁμολογεῖν τῇ φύσει καὶ τὴν προ αίρεσιν, καὶ εἰ ἀνομοίως ἔχοιεν κατὰ τὴν φύσιν, ἀνόμοια 1.1.506 εἶναι καὶ τὰ θελήματα. τῆς δὲ δυνάμεως ἐφ' ἑκατέρων ἱκανῶς ἐχούσης, οὐθέτερον ἀτονήσει πρὸς τὴν ἐκπλήρωσιν τοῦ ἰδίου θελήματος· καὶ εἰ τοσοῦτον ἑκάτερον δύναιτο, ὅσον καὶ βούλεται, εἰς ἀμφήριστον ἑκατέροις ἡ ἀρχὴ