65
τοὺς νόμους, τὸ δ' ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλαστήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι' ἄκραν ψυχῆς ἀπάθειαν, μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναντίον καὶ τὰ οἰκεῖα προΐεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἄλληλους, ἀλλ' ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρειν. 3.4.35 καὶ τί με δεῖ συναγαγεῖν πάνθ' ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ' ἐμάνθανον; παρῄνει δ' αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ' εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χωροῦντας, σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους. 3.4.36 πευστέον τοίνυν, τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατάς, ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύντας μαθημάτων, πεπλάσθαι ὑπονοεῖν ὅσα διαπράξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν. 3.4.37 τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδομήκοντα δὲ τοὺς λοιπούς, οὓς καὶ ἀποστεῖλαι λέγεται «ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι»; ἀλλ' οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων καὶ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτήμονα τρόπον ἑλομένων, καὶ τὴν περὶ τοῦ διδασκάλου μαρτυρίαν σύμφωνον ὡς ἀφ' ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων. 3.4.38 ὁ μὲν οὖν κύριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὗτος. Σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ' ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα διδασκέτω, τὰ δ' ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ καὶ ἀσεβεῖν καὶ ἀδικεῖν καὶ πλεονεκτεῖν καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ' ἐπὶ πᾶσι τούτοις σπουδάζειν καὶ τὸ ἦθος μάλ' εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῆς· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι. 3.4.39 φέρε οὖν ἴδωμεν, εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ' οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχεν τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ' οὐδέν. ἆρ' οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ' ἐπ' οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτ' ἂν τοιαύτην τιμωρίαν; 3.4.40 καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν αὐτοῖς διατρίβοντα καὶ δι' ἀπάτης αὐτούς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα· τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτήν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνῄσκειν μᾶλλον ᾑροῦντο ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι; 3.4.41 εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον μὴ μάθημα μὴ πρᾶξιν μὴ ἔργον ἐπαίνου ἄξιον,