1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

65

τίκτεται, ὑπὸ τούτων καὶ ἀπόλλυται· οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος. Καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν, καὶ ἐπιθυμία ἐξηπάτησεν. Οὐ γάρ ἐστιν ὄντως ἡδονὴ, ἀλλὰ πικρία καὶ ἀπάτη τὸ πρᾶγμα, ὑπόκρισις καὶ σκηνή· καὶ τὸ μὲν πρόσωπον λαμπρὸν τῶν πραγμάτων, αὐτὰ δὲ τὰ πράγματα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέμοντα καὶ ἀηδίας καὶ πολλῆς τῆς πενίας· κἂν ἀφέλῃς τὸ προσωπεῖον, καὶ γυμνώσῃς τὴν ὄψιν, ὄψει τὴν ἀπάτην. Ἀπάτη γὰρ τοῦτό ἐστιν, ὅταν ὅπερ τί ἐστι, μὴ φαίνηται, ἀλλ' ὅπερ μή ἐστι, δείκνυται. Οὕτω καὶ οἱ παραλογισμοὶ γίνονται. Τέσσαρας δὲ ἡμῖν ἀνθρώπους ἐνταῦθα ὑπογράφει· καὶ, εἰ βούλεσθε, τούτων ἤδη τὴν ἀπόδειξιν παρέχω· Ἐνταῦθα μὲν δύο, οὕτω λέγων· Ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνανεοῦσθε τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ἐν δὲ τῇ πρὸς Ῥωμαίους ἄλλους δύο, ὡς ὅταν λέγῃ· Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Καὶ οὗτοι πρὸς ἐκείνους ἔχουσι τὴν συγγένειαν, πρὸς μὲν τὸν ἔσω ὁ καινὸς, πρὸς δὲ τὸν ἔξω ὁ παλαιός· ἀλλ' ὅμως οἱ τρεῖς διεφθάρησαν. Μᾶλλον δὲ τρεῖς εἰσι καὶ νῦν, καινὸς καὶ παλαιὸς, καὶ οὗτος ὁ οὐσιώδης καὶ φυσικός. Ἀνανεοῦσθε δὲ, φησὶ, τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. Ἵνα μή τις νομίσῃ, ὅτι ἐπεισάγει ἄνθρωπον ἕτερον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· Ἀνανεοῦσθε. Ἀνανεοῦσθαί ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεῶται, ἄλλο ἐξ ἄλλου γινόμενον. Ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβηκός. Καθάπερ τὸ μὲν σῶμά ἐστι τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβηκὸς, οὕτω δὴ καὶ ἐνταῦθα. Πῶς δ' ἂν γένοιτο ἡ ἀνανέωσις; Ἐν τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, φη 62.96 σίν. Ὃς ἐὰν οὖν ἔχῃ πρᾶγμα παλαιὸν, οὐδὲν ἐργάσεται· οὐ γὰρ ἀνέξεται τὸ πνεῦμα παλαιῶν πράξεων. Τῷ πνεύματι, φησὶ, τοῦ νοὸς ὑμῶν· τουτέστι, τῷ πνεύματι τῷ ἐν τῷ νῷ. Καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, τὰ δὲ ἐνδύματα δύο, τό τε ἐκδυόμενον καὶ τὸ ἐνδυόμενον; Τὸν καινὸν ἄνθρωπον, φησὶ, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. ∆ιὰ τί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετὴν, καὶ διὰ τί ἄνθρωπον τὴν κακίαν; Ὅτι χωρὶς ἐνεργείας οὐκ ἂν δειχθείη ἄνθρωπος. Ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν, εἴτε καλὸν, εἴτε πονηρόν. Ὥσπερ δὲ τὸ ἀποδύσασθαι, εὔκολον, οὕτω καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν. Ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων. Ὁ νέος ῥυτίδα οὐκ ἔχει· οὐκοῦν μηδὲ ἡμεῖς. Ὁ νέος οὐ περιφέρεται, οὐδέ ἐστιν εὐάλωτος τοῖς νοσήμασιν· οὐκοῦν μηδὲ ἡμεῖς. Τὸν κτισθέντα. Ὅρα ἐνταῦθα πῶς κτίσιν καλεῖ τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν. Τί δέ; ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; Οὐδαμῶς, ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δημιουργὸς τῆς ἁμαρτίας. Πῶς; Ὁ γὰρ ἄνθρωπος οὐκ ἀπὸ ὕδατος, οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ' ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Τί ἐστι τοῦτο; Υἱὸν εὐθέως, φησὶν, αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσματος γίνεται· αὕτη ἐστὶν ἡ οὐσία. Καλῶς εἶπεν· Ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Ἦν ποτε δικαιοσύνη, ἦν καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ' οὐ τῆς ἀληθείας, ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκείνη. Τὸ γὰρ καθαρὸν εἶναι σώματι τύπος καθαρότητος ἦν, οὐχὶ ἀλήθεια καθαρότητος· τύπος δικαιοσύνης ἦν, οὐχὶ ἀλήθεια δικαιοσύνης. Ἐν ὁσιότητι, φησὶ, καὶ δικαιοσύνῃ τῆς ἀληθείας. Τάχα καὶ πρὸς τὸ ψευδὲς εἴρηται τοῦτο, ὅτι εἰσὶ πολλοὶ παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς. ∆ικαιοσύνη δὲ, ἡ καθολικὴ ἀρετὴ λέγεται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, ∆ίκαιος λέγεται ὁ μηδεμίαν ἔχων λαβήν. Ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις ἐκεῖνόν φαμεν δίκαιον, τὸν ἀδικηθέντα, καὶ μὴ ἀνταδικήσαντα. Ἂν τοίνυν καὶ ἡμεῖς ἐπὶ τοῦ φρικτοῦ δικαστηρίου δυνηθῶμεν