1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

66

μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνῃσκον προθύμως, τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον; 3.4.42 Πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τις, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ' εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρός, τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὤν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς κατ' αὐτὴν ἡδυπαθείας μεταδιώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ' ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειεν, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου. 3.4.43 πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταί, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως; 3.4.44 Ἔτι δὲ καὶ τούτῳ πρόσσχες. εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπατεῶνες ἐτύγχανον, προσθὲς δ' ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶ ται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαΐοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν; 3.4.45 ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροίκους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ' ἡσυχίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ' εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐτοῦ κατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς μὲν αὐτῶν τὴν Ῥωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βασιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Πάρθων ἔθνος, καὶ αὖ πάλιν τὸ Σκυθῶν, τινὰς δὲ ἤδη καὶ ἐπ' αὐτὰ τῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθάσαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ' ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἶναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας. 3.4.46 Οἱ δὲ διδασκάλου φαύλου καὶ διαστροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσασθαι; ἐξ ἑνὸς γὰρ στόματος οἱ πάντες καὶ λεπρῶν καθάρσεις καὶ δαιμόνων ἀπελάσεις νεκρῶν τε ἀναβιώσεις πηρῶν τε ἀναβλέψεις καὶ μυρίας ἄλλας νοσούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίωσιν πρώτοις αὐτοῖς ἑωραμένην. 3.4.47 ταῦτα γὰρ μὴ γενόμενα μηδ' ἀκουσθέντα πω κατὰ τοὺς αὐτῶν χρόνους πῶς ἐξ ἑνὸς στόματος ἐμαρτύρουν γεγονέναι, μέχρι καὶ θανάτου πιστούμενοι τὴν ὁμολογίαν; ἢ μή ποτε ἄρα συνελθόντες συνωμοσίαν τε κατὰ τὸ αὐτὸ πεποιημένοι συνθήκας ἔθεντο πρὸς ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων; 3.4.48 καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθήκαις; ἢ μή ποτε τοῖς τοιοῖσδε· «Ἄνδρες φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ πλάνης διδάσκαλον ὑπ' ὀφθαλμοῖς ἁπάντων ἡμῶν τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ ἦν, πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι ἡμᾶς αὐτοὺς τόν τε δι' ἀπάτης τῦφον· 3.4.49 ἀνθ' ὧν, φέρε, δεξιὰς δόντες ἀλλήλοις, ὁμοῦ πάντες συνθώμεθα περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας ἀνθρώπους πλάνην, καὶ