1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

67

λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέπειν κεχαρισμένον, ὃ οὐδείς ποθ' ἡμῶν ἱστόρησεν· καὶ κωφοῖς τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ' ἡμῶν ἤκουσεν· λεπρούς τε καθαρίσαι καὶ νεκροὺς ἐγεῖραι. καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώμεθα. 3.4.50 ἀλλ' ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ περιβόητον ἔσχεν καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον ἡμεῖς ἀδιαστρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ μάλα ἀναιδῶς, ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνήθους ἐκοινώνησεν. 3.4.51 φυλαττέσθω δ' ἡμῖν πᾶσιν τὸ ἀναιδὲς καὶ ἀδιάτρεπτον, μενέτω δὲ ἡ ἔκστασις μέχρι θανάτου· τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς ἀποθνῄσκειν; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χάριν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος φέρειν, εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι ἀτιμιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς. καὶ τοῦθ' ἡμῖν ἤδη μεμελετήσθω.» 3.5.52 «Ψευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, καὶ πλαττώμεθα ἐπ' οὐδενὸς ὠφελείᾳ, οὔθ' ἡμῶν οὔτε τῶν ἀπατωμένων, οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου. 3.5.53 τείνωμεν δὲ τὸ ψεῦδος μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθεμένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ' αὐτοῖς περὶ τῶν πατρῴων θεῶν δόξαις. 3.5.54 κελεύωμεν Ῥωμαίοις αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο θεοὺς οἱ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλλάδα, καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ' Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεούς, μὴ τὰ Μωσέως πρόσθεν κατ' αὐτῶν γενόμενα ἀνατεινόμενοι, τὸν δὲ τοῦ ἡμετέρου διδασκάλου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάττοντες, καὶ τὴν ἀπ' αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥηματίοις καὶ λόγοις δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν, 3.5.55 ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλλην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖς πᾶσιν ἀνατρέπωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω». 3.5.56 «Οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων, ἐπεὶ μὴ τὰ τυχόντα βραβεῖα ἡμᾶς ἐκδέξεται, ἀλλ' αἱ ἀπὸ τῶν παρ' ἑκάστοις, ὡς εἰκός, νόμων τιμωρίαι, δεσμὰ δηλαδὴ καὶ βάσανοι καὶ φυλακαί, πῦρ τε καὶ σίδηρος, καὶ σταυροὶ καὶ θῆρες, ὧν μάλιστα προθυμητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον, ὑπόδειγμα τὸν διδάσκαλον κεκτημένοις. 3.5.57 τί γὰρ τούτων γένοιτ' ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώποις ἐπ' οὐδενὶ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσιν καὶ τὸ θεοῖς μὲν τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, τὸν δ' ὑπ' ὀφθαλμοῖς ἡμῶν ἀποθανόντα διδάσκαλον θεὸν εἶναι καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ καὶ αὐτοὺς θνῄσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς παρ' αὐτοῦ μηδ' ὠφέλιμον μεμαθηκότας. 3.5.58 ταύτῃ δ' οὖν καὶ μᾶλλον τιμητέον αὐτόν, εἰ μηδὲν ἡμᾶς ὤνησεν, πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προσηγορίαν ποιητέον, καὶ πάσας ὕβρεις καὶ τιμωρίας ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ὑπὲρ μηδενὸς ἀληθοῦς. κακὸν γὰρ ἴσως ἀλήθεια, τὸ δὲ ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον. 3.5.59 διὸ λέγωμεν, ὅτι καὶ νεκροὺς ἤγειρεν, καὶ λεπροὺς ἐκαθάρισεν, καὶ δαίμονας ἤλασεν, καὶ τῶν ἄλλων παραδόξων ἔργων γέγονεν ποιητής, μηδὲν μὲν τοιοῦτον αὐτῷ συνεγνωκότες, ἑαυτοῖς δὲ τὰ πάντα πλαττόμενοι καὶ πλανῶντες μὲν οὓς δυνατόν· εἰ δὲ μὴ πείθοιτό τις, ἀλλ' αὐτοί γε ὑπὲρ ὧν συντεθείμεθα τἀπίχειρα τῆς πλάνης καθ' ἑαυτῶν ἐφελκόμενοι.» 3.5.60 Ἆρά σοι πιθανὰ ταῦτα ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ; καὶ πείσειέ τις ἂν ἑαυτόν, ὡς τοιαῦτα