67
[ὃν υἱὸν ὀνομάζουσιν·] ἐν ᾧ δὲ πάλιν τοῦ τοιούτου πλάσματος τὸν θεὸν τῶν ὅλων δημιουργὸν ἀποφαί νονται, παρ' οὗ φασι τὴν 20γέννησιν20 ἐργασθεῖσαν οὐσίαν ἀλλοτρίως ἔχειν κατὰ τὴν φύσιν πρὸς τὸν ποιήσαντα, ἐν τούτῳ τὸ πλέον εἰς ἀσέβειαν παρὰ τοὺς μνημονευθέντας ἔχουσιν, ὅτι οὐ μόνον ὑπόστασιν διδόασι τῷ ἐναντίως πρὸς τὸ ἀγαθὸν κατὰ τὴν φύσιν ἔχοντι, ἀλλ' ὅτι τὸν ἀγαθὸν θεὸν ἄλλου θεοῦ τοῦ κατὰ τὴν φύσιν διηλλαγμένου λέ γουσιν αἴτιον εἶναι, μονονουχὶ φανερῶς βοῶντες ἐν τῷ δόγ ματι, ὅτι ἔστι τι ὑπεναντίον τῇ τοῦ ἀγαθοῦ φύσει, παρ' 1.1.523 αὐτοῦ ἔχον τοῦ ἀγαθοῦ τὴν ὑπόστασιν. τῆς γὰρ τοῦ πατρὸς οὐσίας ἀγαθῆς εἶναι πεπιστευμένης, τῆς δὲ τοῦ υἱοῦ διὰ τὸ μὴ ὡσαύτως ἔχειν τῷ πατρὶ κατὰ τὸν τῆς φύσεως λόγον, καθὼς δοκεῖ τῇ αἱρέσει, ἐν τοῖς ἐναντίοις κατὰ τὸ ἀκό λουθον εὑρισκομένης, τί διὰ τούτων κατασκευάζεται; τὸ καὶ ὑφεστάναι τὸ τῷ ἀγαθῷ ἀντικείμενον καὶ ἐξ αὐτοῦ τοῦ ἀγαθοῦ ὑποστῆναι τὸ ὑπεναντίον τῇ φύσει. τοῦτό φημι καὶ τῆς τῶν Μανιχαίων ἀτοπίας εἶναι φρικτότερον. 1.1.524 Εἰ δὲ ἀρνοῦνται τῷ λόγῳ τὸ βλάσφημον, ὅπερ ἡ ἀκολουθία τοῦ δόγματος δείκνυσι, φασὶ δὲ τῶν ἀγαθῶν τοῦ πατρὸς τὸν μονογενῆ κεκληρονομηκέναι, μὴ υἱὸν ἀληθῶς ὄντα κατὰ τὴν τῶν εὐσεβῶν δόξαν, ἀλλὰ διὰ κτίσεως τὴν ὑπόστασιν ἔχοντα, καὶ τοῦτο πάλιν κατεξετάσωμεν, εἰ δυ νατόν ἐστι συστῆναι κατὰ τὸν εἰκότα λόγον τὴν τοιαύτην 1.1.525 ὑπόνοιαν. ἐὰν γὰρ δοθῇ κατὰ τὸν λόγον αὐτὼν μὴ ἀλη θῶς υἱὸν ὄντα κεκληρονομηκέναι τῶν πάντων τὸν κύριον, ἀλλὰ κτισθέντα καὶ ποιηθέντα τῶν ὁμογενῶν ἄρχειν, πῶς καταδέξεται καὶ οὐ συστασιάσει ἡ λοιπὴ κτίσις ἐκ τοῦ ὁμοφύλου πρὸς τὸ ὑποχείριον ἀπωσθεῖσα, εἰ μηδὲν κατὰ τὴν φύσιν ἔλαττον ἔχουσα (κτιστὴ γὰρ καὶ αὐτὴ ὥσπερ κἀκεῖνος) ἔπειτα τῷ ὁμοφύλῳ δουλεύειν καὶ ὑποκύπτειν 1.1.526 καταδικάζοιτο; τυραννίδι γὰρ ὅμοιον τὸ τοιοῦτο, μὴ τῇ τῆς οὐσίας ὑπεροχῇ τὸ κράτος νέμειν, ἀλλὰ μενούσης ἐν τῷ ὁμοτίμῳ τῆς φύσεως μερισθῆναι τὴν κτίσιν εἰς δουλείαν καὶ κυριότητα, ὥστε ἐν αὐτῇ τὸ μέν τι ἄρχειν, τὸ δὲ ὑπο χείριον εἶναι, καθάπερ ἐκ διακληρώσεως τούτου τοῦ ἀξιώ ματος συντυχικῶς προσγενομένου τῷ κατὰ τὸν κλῆρον λα 1.1.527 βόντι τὴν τῶν ὁμοίων προτίμησιν. οὐδὲ γὰρ ἄνθρωπος ὁμοτίμως ἔχων πρὸς τὴν ὑποχείριον φύσιν τὴν κατὰ τῶν ἀλόγων ἀρχὴν ἐκληρώσατο, ἀλλὰ προτερεύων τῷ λόγῳ κυριεύει τῶν ἄλλων, τῷ πρὸς τὸ κρεῖττον αὐτῷ παρηλ λάχθαι τὴν φύσιν προτεταγμένος. αἱ δὲ ἀνθρώπιναι δυνα στεῖαι τούτου χάριν ἀγχιστρόφους ἔχουσι τὰς μεταβολάς, ὅτι οὐ δέχεται τὸ κατὰ τὴν φύσιν ὁμότιμον μὴ ἰσομοιρεῖν [ἐν] τῷ κρείττονι, ἀλλά τις ἔγκειται φυσικὴ πᾶσιν ἐπιθυμία 1.1.528 πρὸς τὸ ἐπικρατοῦν ἐξισάζεσθαι, ὅταν ὁμόφυλον ᾖ. πῶς δὲ ἀληθὲς ἔσται τὸ πάντα δι' αὐτοῦ γεγενῆσθαι, ἐὰν ἀληθὲς ᾖ τὸ καὶ αὐτὸν νὸν υἱὸν ἕν τι τῶν γεγονότων εἶναι; ἤτοι γὰρ καὶ ἑαυτὸν πεποιηκὼς ἔσται, ἵνα μὴ ψεῦδος τὸ γεγραμμένον ᾖ ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ οὕτω κατ' αὐτῶν ἰσχύσει τὸ ἄτοπον ὃ κατὰ τοῦ δόγματος ἡμῶν ἐσο φίσαντο τὸ αὐτὸν ὑφ' ἑαυτοῦ γενέσθαι λέγειν, ἢ εἴπερ τοῦτο παράλογον καὶ φύσιν οὐκ ἔχον, ἀσύστατον πάν τως ἐκεῖνο δειχθήσεται, τὸ τὴν κτίσιν πᾶσαν δι' αὐτοῦ 1.1.529 γεγενῆσθαι διϊσχυρίζεσθαι. ἡ γὰρ τοῦ ἑνὸς ὑπεξαίρεσις ψευδῆ τὸν περὶ πάντων κατασκευάζει λόγον, ὥστε ἐκ μὲν τοῦ κτιστὸν εἶναι τὸν μονογενῆ διορίζεσθαι δύο πονηρῶν καὶ ἀτόπων τὸ ἕτερον πάντως ὁ λόγος οὐ διαφεύξεται, ἢ τὸ μὴ εἶναι πάντων αὐτὸν τῶν γεγονότων αἴτιον, εἴπερ αὐτὸς ἐκεῖνος ὑπεξαιροῖτο τῶν πάντων, ὃν ἓν τῶν ἔργων διϊσχυρίζονται, ἢ τὸ καὶ ἑαυτοῦ ποιητὴν ἀποδείκνυσθαι, εἴπερ μὴ ψεύδεται ὁ μηδὲν τῶν γεγονότων χωρὶς ἐκείνου γεγενῆσθαι κηρύξας. 1.1.530 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ τῷ τῆς εὐσεβείας ἀναφανήσεται δόγματι, τὸ ποιητὴν εἶναι τῶν πάντων τὸν κύριον, τὸ βασιλεύειν τῶν ὄντων, οὐ κατὰ ἀποκλήρωσιν ἢ κατὰ τυραννικήν τινα δυναστείαν τῶν ὁμοφύλων προτεταγμένον, ἀλλὰ τῇ τῆς