68
πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχήν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ' ἄν ποθ' ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτήν, ἢ ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν, ὡς μηδὲν μὲν ὑπ' αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ' ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συνταξαμένους ὑπὲρ τούτων θνῄσκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ' οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπὲρ αὐτοῦ πείσεσθαι, τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους. 3.5.61 ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν, ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ, 3.5.62 ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν· «πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις». μετὰ δὲ ταῦτα λίθοις βληθεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλήθους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα. 3.5.63 καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασιλεὺς «ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ», τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταί, ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ, παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλοντες. 3.5.64 ἐπὶ τούτοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰκοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτηθεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους, τίνα περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρινάμενος ὅτι υἱὸς θεοῦ εἴη, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται. 3.5.65 καὶ Πέτρος δὲ ἐπὶ Ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάννης τε νήσῳ παραδίδοται. καὶ τούτων ταῦτα παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι' εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρημένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν, ἔτι μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν. 3.5.66 Καὶ μήν, εἴπερ ψεύσματα ἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυμάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασιν καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε, τὰ συμβάντα τοῖς προανῃρημένοις τρέσας, ἐξέστη τῆς ἑταιρίας, οὐδ' ἀντεκήρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτοχειρίᾳ καθ' ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπάσατο. 3.5.67 κἀκεῖνο δὲ πῶς οὐ μεστὸν ἐκπλήξεως, τὸ πλάνους ἄνδρας καὶ ἰδιώτας, μήτε λαλεῖν μήτε ἀκούειν πλέον τῆς πατρίου φωνῆς ἐπισταμένους, μὴ μόνον διανοηθῆναι τολμῆσαι προελθεῖν ἐπὶ τὴν τῶν ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελθόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστιν καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον. 3.5.68 εἰ γὰρ ἐπὶ πάντων ἀμφιγνοουμένων πραγμάτων ἔν τε τοῖς κατὰ νόμους δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσιν τῶν μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον «ἐπὶ στόματος» δ' οὖν «δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα», πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ τῶνδε συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα δὲ μαθητῶν, μυρίου τε πλήθους τούτων ἐκτός, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτί, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ