68
φύσεως ὑπερ 1.1.531 οχῇ τὸ κατὰ πάντων ἔχοντα κράτος, καὶ ἔτι πρὸς τού τοις τὸ μὴ εἰς διαφόρους ἀρχὰς τῇ ἑτερότητι τῆς φύσεως διῃρημένας τὸ τῆς μοναρχίας δόγμα καταμερίζεσθαι, ἀλλὰ μίαν θεότητα, μίαν ἀρχήν, μίαν τῶν πάντων ἐξουσίαν εἶναι πιστεύειν, ἐν τῇ τῶν ὁμοίων συμφωνίᾳ τῆς θεότητος θεω ρουμένης καὶ διὰ τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον τὴν διάνοιαν ἀγούσης, ὡς τῆς πάντων μὲν ἀρχῆς, ἥτις ἐστὶν ὁ κύριος, διὰ τοῦ ἁγίου πνεύματος ταῖς ψυχαῖς ἐλλαμπούσης (ἀμή χανον γὰρ ἄλλως θεωρηθῆναι τὸν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καθώς φησιν ὁ ἀπόστολος), διὰ δὲ τοῦ κυρίου, ὅς ἐστιν ἡ πάντων ἀρχή, τῆς ἐπέκεινα πάσης ἀρχῆς ἡμῖν εὑρισκομένης, ἥτις ἐστὶν ὁ ἐπὶ πάντων θεός· οὐδὲ γὰρ δυνατόν ἐστιν ἄλλως τὸ ἀρχέτυπον ἀγαθὸν ἐπι 1.1.532 γνωσθῆναι, μὴ ἐν τῇ εἰκόνι τοῦ ἀοράτου φαινόμενον. ὥσπερ δέ τινα δίαυλον ἀνακάμπτοντες μετὰ τὸ κεφάλαιον τῆς θεογνωσίας, αὐτὸν λέγω τὸν ἐπὶ πάντων θεόν, διὰ τῶν προσεχῶν τε καὶ οἰκείων τῇ διανοίᾳ τρέχοντες ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ πρὸς τὸ πνεῦμα ἀναχωροῦμεν. ἐν περινοίᾳ γὰρ τοῦ ἀγεννήτου φωτὸς καταστάντες ἐκεῖθεν πάλιν τὸ ἐξ αὐτοῦ φῶς κατὰ τὸ προσεχὲς ἐνοήσαμεν οἷον ἀκτῖνά τινα τῷ ἡλίῳ συνυφισταμένην, ἧς ἡ μὲν αἰτία τοῦ εἶναι ἐκ τοῦ ἡλίου, ἡ δὲ ὕπαρξις ὁμοῦ τῷ ἡλίῳ, οὐ χρό νοις ὕστερον προσγινομένη, ἀλλ' ὁμοῦ τῷ ὀφθῆναι τὸν ἥλιον 1.1.533 ἐξ αὐτοῦ συναναφαινομένη· μᾶλλον δὲ (οὐ γὰρ ἀνάγκη πᾶσα τῇ εἰκόνι δουλεύοντας δοῦναι τοῖς συκοφάνταις κατὰ τοῦ λόγου λαβὴν ἐν τῇ τοῦ ὑποδείγματος ἀτονίᾳ) οὐχὶ ἀκ τῖνα ἐξ ἡλίου νοήσομεν, ἀλλ' ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκ λάμποντα καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα κάλλει δυ νάμει λαμπηδόνι μεγέθει φαιδρότητι καὶ πᾶσιν ἅπαξ τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις. καὶ πάλιν ἕτερον τοιοῦτον φῶς κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι' αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρω τοτύπου φωτός, φῶς μέντοι καὶ αὐτὸ καθ' ὁμοιότητα τοῦ προεπινοηθέντος λάμπον καὶ φωτίζον καὶ τὰ ἄλλα πάντα 1.1.534 τὰ τοῦ φωτὸς ἐργαζόμενον. οὐδὲ γὰρ ἔστι φωτὶ πρὸς ἕτερον φῶς κατ' αὐτὸ τοῦτο παραλλαγή, ὅταν κατ' οὐδὲν τῆς φωτιστικῆς χάριτος ἐνδέον ἢ ὑστερούμενον φαίνηται, ἀλλὰ πάσῃ τελειότητι πρὸς τὸ ἀκρότατον ἐπηρμένον μετὰ πατρὸς καὶ υἱοῦ θεωρεῖται, μετὰ πατέρα καὶ υἱὸν ἀριθμεῖται, καὶ δι' ἑαυτοῦ τὴν προσαγωγὴν πρὸς τὸ ἐπινοούμενον φῶς τὸ ἐν πατρὶ καὶ υἱῷ πᾶσι τοῖς μετασχεῖν δυναμένοις χαρίζεται. 1.1.535 Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατα σκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδορίαν ἐπάγων, φέρε καὶ ὅσα περὶ τῆς τοῦ ἀγεννήτου φωνῆς συκοφαντῶν τὸν διδά σκαλον ἡμῶν καὶ εἰς αὐτὸν ἐκεῖνον καὶ εἰς τὸν λόγον 1.1.536 ἐξύβρισε, βραχέα διελέγχωμεν. παρέθετο τοῦ διδασκάλου περὶ τούτων λέξιν ἔχουσαν οὕτως· "1Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐν νοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐδαμοῦ τῆς γραφῆς κειμένην καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτοῦ, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς πατρὸς φωνῆς ἴσον δυναμένης τῷ ἀγεννήτῳ· ὁ γὰρ ὄντως πατὴρ καὶ μόνος ἐξ οὐδενός ἐστιν ἑτέρου, τὸ δὲ ἐξ οὐδενὸς 1.1.537 ταὐτόν ἐστι τῷ ἀγεννήτῳ."2 τίνα οὖν ἐπάγει τοῖς εἰρημένοις ἀπόδειξιν τοῦ κακῶς εἰρῆσθαι τὸν λόγον τοῦτον ἀκούσωμεν. 20τὴν μὲν οὖν ἀνωμαλίαν τῶν λόγων ἣν ἐκ προ πετείας οὐχ ἧττον ἢ πονηρίας ἀναιδοῦς τοῖς ἑαυτοῦ καταμίγνυσιν ἐγχειρήμασι, τῷ τῆς γνώμης ἀστηρίκτῳ καὶ τῇ τῶν λογισμῶν ἀσθε νείᾳ περιφερόμενος20. ὁρᾶτε τὸ εὔστοχον τῆς ἀπαν τήσεως, ὡς τεχνικῶς κατὰ τὴν λογικὴν αὐτοῦ ἐντρέχειαν ἐκείνην διαλύει μὲν τῶν εἰρημένων τὴν δύναμιν, ἀντεισάγει 1.1.538 δὲ τὴν εὐσεβεστέραν ὑπόληψιν. 20ἀνώμαλος20, φησί, 20τὸν λόγον, προπετὴς οὐχ ἧττον ἢ πονηρὸς τὴν γνώμην, ἀστήρικτος τῇ τῶν λογισμῶν ἀσθε νείᾳ περιφερόμενος20. πόθεν ταῦτα καὶ ἐκ ποίας