1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

69

μέλη, μηδεὶς ἀπατάτω τὸν πλησίον· ὅ φησιν ὁ Ψαλμῳδὸς ἄνω καὶ κάτω· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτως ἔχθραν ποιοῦν, ὡς τὸ ἀπατᾷν καὶ παραλογίζεσθαι. Ὅρα πῶς πανταχοῦ αὐτοὺς δυσωπεῖ διὰ τοῦ σώματος. Μὴ ψευδέσθω, φησὶν, ὁ ὀφθαλμὸς τὸν πόδα, μηδὲ ὁ ποῦς τὸν ὀφθαλ 62.100 μόν. Οἷον, ἐὰν βαθὺ ὄρυγμα ᾖ, εἶτα ἄνωθεν ἐπὶ τῆς γῆς καλάμων διακειμένων, καὶ ὑπὸ τῆς γῆς κεκαλυμμένων, ἐν τῇ ἐπιφανείᾳ στερεᾶς γῆς παρέχῃ δόξαν τοῖς ὀφθαλμοῖς, οὐχὶ τῷ ποδὶ χρήσεται, καὶ εἴσεται πότερον εἰκῆ καὶ διάκενόν ἐστι κάτω, ἢ ἀντερείδει καὶ ἀντιτυπεῖ; μὴ ψεύδεται ὁ ποῦς, ἀλλ' οὐχ ὅπερ ἐστὶν ἀπαγγέλλει; Τὶ δέ; εἰ ὄφιν ἴδοι ὁ ὀφθαλμὸς, ἢ θηρίον, μὴ ψεύδεται τὸν πόδα; οὐκ εὐθέως ἀπαγγέλλει, κἀκεῖνος παρ' αὐτοῦ μαθὼν, οὐκέτι ἐπέρχεται. Τί δέ; ὅταν μήτε ὁ ὀφθαλμὸς, μήτε ὁ ποῦς εὕρῃ διαγνῶναι, ἀλλὰ τὸ πᾶν τῆς ὀσφρήσεως ᾖ, οἷον πότερον δηλητήριον φάρμακον, ἢ οὒ, μὴ ψεύδεται ἡ ὄσφρησις τὸ στόμα; Οὐδαμῶς. ∆ιὰ τί; Καὶ γὰρ καὶ ἑαυτὴν προσαπόλλυσιν· ἀλλ' ὅπερ αὐτῇ παρίσταται, λέγει. Τί δέ; ἡ γλῶσσα μὴ ψεύδεται τὸν στόμαχον; οὐκ ἔνθα μὲν πικρὸν ᾖ, τοῦτο ῥίπτει, ἂν δὲ γλυκὺ, παραπέμπει; Ὅρα διακονίαν καὶ δουλείας ἀντίδοσιν· ὅρα πρόνοιαν ἐξ ἀληθείας γεγενημένην, καὶ ἐκθύμως, ὡς ἄν τις εἴποι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ψευδώμεθα, εἰ ἀλλήλων μέλη ἐσμέν. Τοῦτο φιλίας τεκμήριον, τὸ δὲ ἐναντίον ἔχθρας. Τί οὖν, ἂν 62.101 ἐπιβουλεύῃ, φησί; Τὸ ἀληθὲς μάθε· ἂν γὰρ ἐπιβουλεύῃ, οὐκ ἔστι μέλος. Εἶπε δὲ, Μὴ ψεύδεσθε πρὸς τὰ μέλη. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὅρα σύνεσιν· καὶ λέγει ὅπως μὴ ἁμαρτήσωμεν, καὶ παρακούσαντας πάλιν οὐκ ἐγκαταλιμπάνει· οὐ γὰρ ἀφίησιν αὐτοῦ τὰ σπλάγχνα τὰ πνευματικά. Καθάπερ γὰρ ὁ ἰατρὸς διαγορεύει μὲν τὰ πρακτέα τῷ κάμνοντι, καὶ μὴ ἀνασχομένου δὲ ὅμως οὐ καταφρονεῖ, ἀλλὰ τὴν ἐκ τῆς πειθοῦς εἰσάγων συμβουλὴν, θεραπεύει πάλιν, οὕτω καὶ ὁ Παῦλος. Ὁ μὲν γὰρ ἐκεῖνο ποιῶν, τὴν δόξαν μόνον ζητεῖ, καὶ ὅτι κατεφρονήθη δάκνεται· ὁ δὲ πανταχοῦ τὴν ὑγείαν τοῦ κάμνοντος ἐπιζητῶν, πρὸς ἓν τοῦτο μόνον ὁρᾷ, ὅπως ἀναστήσῃ τὸν κείμενον. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ. Εἶπε, Μὴ ψεύδεσθε· εἰ δέ ποτε γένοιτο ἀπὸ ψεύδους ὀργὴ, καὶ τοῦτο θεραπεύει πάλιν. Τί γάρ φησιν; Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Καλὸν μὲν γὰρ τὸ μὴ ὀργίζεσθαι· εἰ δέ τις ἐμπέσοι ποτὲ εἰς τὸ πάθος, ἀλλὰ μὴ εἰς τοσοῦτον. Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Βούλει τῆς ὀργῆς ἐμπλησθῆναι; ἀρκεῖ σοι μία ὥρα καὶ δευτέρα καὶ τρίτη· μὴ καταλιπὼν ἐχθροὺς ὑμᾶς ὁ ἥλιος ἀπέλθοι. Ἀπὸ ἀγαθότητος ἀνέτειλε, μὴ ἀπερχέσθω εἰς ἀναξίους λάμψας. Εἰ γὰρ ὁ ∆εσπότης αὐτὸν ἀπὸ πολλῆς ἀγαθότητος ἔπεμψε, καὶ αὐτὸς μὲν ἀφῆκέ σοι τὰ ἁμαρτήματα, σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν. Καὶ ἄλλο δὲ μετὰ τούτου· δέδοικε τὴν νύκτα ὁ μακάριος Παῦλος, μὴ λαβοῦσα ἐπ' ἐρημίας τὸν ἠδικημένον ἔτι φλεγμαίνοντα, ἀνακαύσῃ τὸ πῦρ. Ἕως μὲν γὰρ ἂν πολλὰ ἐκκρούῃ, τῆς ἡμέρας οὔσης, ἔξεστί σοι ἐμφορεῖσθαι· ὅταν δὲ μέλλοι ἑσπέρα γίνεσθαι, καταλλάττου καὶ πρόσφατον σβέσον τὸ κακόν. Ἂν γὰρ νὺξ ἐπιλάβηται, οὐκ ἀρκέσει ἡ μετὰ ταῦτα ἡμέρα τὸ συναχθὲν καὶ ἐν τῇ νυκτὶ σβέσαι κακόν· ἀλλὰ κἂν τὸ πλέον ὑποτέμῃς, τὸ δὲ ὅλον μὴ δυνηθῇς, πάλιν δίδωσιν ἀπὸ τοῦ ὑπολειφθέντος τῇ ἐπιούσῃ νυκτὶ σφοδροτέραν ἐργάσασθαι τὴν πυράν. Καὶ καθάπερ ὁ ἥλιος, ἂν τὸ νεφωθὲν καὶ πυκνωθὲν τοῦ ἀέρος διὰ τῆς νυκτὸς μὴ ἀρκέσῃ τῇ καθημερινῇ μαλάξαι καὶ διασκεδάσαι θέρμῃ, ὑπόθεσιν χειμῶνος παρέχεται, τῆς νυκτὸς ἐπιλαβομένης τοῦ λειψάνου, καὶ πάλιν αὐτὸ τρεφούσης ἑτέροις ἀτμοῖς· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς. Μήτε δίδοτε τόπον τῷ διαβόλῳ. Ὥστε τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ. ∆έον γὰρ πάντας συμπεφράχθαι, καὶ κατ' ἐκείνου ἵστασθαι, ἐκλύσαντες ἡμεῖς τὴν πρὸς ἐκεῖνον ἔχθραν, ἐπ' ἀλλήλους κελεύομεν τρέπεσθαι. Οὐδέποτε γὰρ οὕτως ἔχει τόπον ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις. βʹ. Τὰ μυρία ἐντεῦθεν κακὰ τίκτεται. Καὶ καθάπερ ἕως μὲν ἂν ὦσιν ἡρμοσμένοι λίθοι, καὶ μηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀῤῥαγεῖς· ἂν δὲ βελόνης μόνης διάτρησιν