70
ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ' αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο. τοιαῦτα δὲ ἦν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐμαρτύρατο, ὅτι καὶ ἐπὶ ἡγεμόνας ἀχθήσονται, καὶ μέχρι βασιλέων φθάσουσιν, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι' οὐδὲν μὲν φαῦλον οὐδὲ δι' ἑτέραν εὔλογον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ. 3.5.78 ὃ καὶ εἰσέτι δεῦρο θεωροῦντας ἐνεργούμενον ... καταπλαγῆναι τὴν πρόρρησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων. 3.5.79 κἂν μηδὲν γὰρ φαῦλον ᾖ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὅμως αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ' ἐξομόσαιτό τις τὴν προσηγορίαν καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν. 3.5.80 καὶ τί με χρὴ μυρία συναγαγεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμένου; οἷς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι. 3.5.81 Ματθαῖος ὁ ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνείας καὶ πλεονεξίας σχολαζόντων. τοῦτο οὐδεὶς τῶν λοιπῶν εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδέ γε Λουκᾶς, οὐδὲ Μάρκος, αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος. 3.5.82 ἐπάκουσον γοῦν ὅπως διαρρήδην ἐπ' ὀνόματος αὐτοῦ μέμνηται ἐν τῷ πρὸς αὐτοῦ γραφέντι εὐαγγελίῳ ... τὸν τρόπον· «καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ». καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προστίθησιν. 3.5.83 λέγει δ' οὖν· «τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης». 3.5.84 Οὕτως μὲν ὁ Ματθαῖος δι' ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἐπικρύπτων τὸν πρότερον ἑαυτοῦ βίον καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν. 3.5.85 συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὡς Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος τῷ Ἰωάννῃ, καὶ Φίλιππος Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. ἄκουε γοῦν Λουκᾶ, πῶς τοῦ Ματθαίου μνημονεύσας οὐ τελώνην ὀνομάζει, οὐδ' ὑποτάττει τῷ Θωμᾷ, κρείττονα δὲ αὐτὸν εἰδὼς πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον τὸν Θωμᾶν ἐπαγαγών, 3.5.86 ὥσπερ καὶ ὁ Μάρκος πεποίηκεν. ἔχουσιν δὲ αὐτοῦ αἱ λέξεις οὕτως· «καὶ ὅτε ἡμέρα ἐγένετο, ἐφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα, ὃν καὶ ἐκάλεσεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν». 3.5.87 οὕτως μὲν τὸν Ματθαῖον ὁ Λουκᾶς ἐτίμησεν, καθ' ἃ παρέδωκαν αὐτῷ «οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου». Καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ· 3.5.88 ἐν μὲν γὰρ ταῖς ἐπιστολαῖς αὐτοῦ οὐδὲ μνήμην τῆς οἰκείας προσηγορίας ποιεῖται, ἢ πρεσβύτερον ἑαυτὸν ὀνομάζει, οὐδαμοῦ δὲ ἀπόστολον οὐδ' εὐαγγελιστήν· ἐν δὲ τῷ εὐαγγελίῳ ἐπισημηνάμενος «ὃν ἠγάπα ὁ Ἰησοῦς» οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν. Ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ εὐαγγελίου γραφὴν δι' εὐλαβείας ὑπερβολήν. 3.5.89 τούτου Μάρκος γνώριμος καὶ