70
ἐμποιεῖν. πατέρα γὰρ ἀκούσαντες τὸν αἴτιον τοῦ εἶναι τοῖς πᾶσιν εὐθὺς ἐνοήσαμεν, ὃς εἴπερ ἄλλην τινὰ ὑπερκειμένην αἰτίαν εἶχεν, οὐκ ἂν κυρίως πατὴρ ὠνομάσθη, ἐπὶ τὴν προνοηθεῖσαν αἰτίαν τῆς κυρίας τοῦ πατρὸς κλήσεως ἐπαν ιούσης. εἰ δὲ αὐτὸς πάντων αἴτιος καὶ ἐξ αὐτοῦ τὰ πάντα, καθώς φησιν ὁ ἀπόστολος, δηλονότι τῆς ἐκείνου ὑπάρξεως οὐδὲν προεπινοηθῆναι δύναται. τοῦτο δέ ἐστι τὸ ἀγεννήτως εἶναι πιστεύεσθαι. 1.1.549 Ἀλλ' οὐ συγχωρεῖ ταῦτα καλῶς ἔχειν ὁ μηδὲ τὴν ἀλήθειαν ἑαυτοῦ πιθανωτέραν εἶναι δοκεῖν ἀξιῶν, ἀλλ' ἀντινομοθετεῖ καὶ ἀντιφθέγγεται καὶ διαχλευάζει τὸν λόγον. ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν 1.1.550 λόγον, ἐπισκεψώμεθα; ἀλλὰ δέδοικα μὴ τὸ μικροπρεπές τε καὶ γλίσχρον τῶν εἰρημένων τρόπον τινὰ συνδιαβάλῃ καὶ τὸν εὐθύνοντα λόγον. τὸ γὰρ μειρακίοις εἰς ἅμιλλαν προκαλουμένοις συμπλέκεσθαι πλέονα ψόγον ἐκ τοῦ προσ φιλονικεῖν τοῖς τοιούτοις ἤπερ ἐκ τοῦ νενικηκέναι δοκεῖν φέρει τοῖς ἀνδράσι τὸν ἔπαινον. πλὴν ἀλλὰ τοιοῦτον τὸ εἰρη μένον ἐστί. τὰ γὰρ ἐφ' ὕβρει ῥηθέντα μετὰ τῆς συνήθους καλλιφωνίας ἐκείνης ὡς αὐτῷ τε λέγειν προσήκοντα καὶ ἡμῖν εἰς γυμνάσιον μακροθυμίας προκείμενα σιωπῆς ἄξια καὶ λήθης ποιούμεθα· οὐ γὰρ εὐπρεπὲς οἶμαι τὰ καταγέ λαστα τῶν εἰρημένων αὐτῷ τοῖς παρ' ἡμῶν σπουδαζομένοις ἐνσπείροντας εἰς ἀκόσμους τε καὶ δημώδεις γέλωτας τὴν 1.1.551 ὑπὲρ τῆς ἀληθείας διαλύειν σπουδήν. οὐδὲ γὰρ ἔστιν ἐν τῇ ἀκροάσει τούτων διαμεῖναι ἀγέλαστον, ἐὰν ἀκούσωμεν λέγοντος ἐκ τῆς ὑψηλῆς ἐκείνης καὶ μεγαλοφυοῦς εὐγλωτ τίας· 20ᾧ γὰρ ἡ προσθήκη τῶν λόγων εἰς προσ θήκην τελεῖ βλασφημίας, τούτῳ τὸ σιγᾶν ἡμίσει μέρει τοῦ λαλεῖν ἐστι κουφότερον. ἀλλὰ20 ταῦτα μὲν γελάσθω παρὰ τῶν ἐπισταμένων, ὅ τι μὲν ἀπο δοχῆς ἐστιν ἄξιον, ὅ τι δὲ γέλωτος· ἡμεῖς δὲ τὸ δριμὺ τῶν συλλογισμῶν, οἷς τὸν ἡμέτερον περισύρει λόγον, σκοπήσωμεν. 1.1.552 20Εἰ γὰρ ὁ πατήρ20, φησί, 20τῷ ἀγεννήτῳ ταὐτὸν κατὰ τὴν δύναμιν, τὰ δὲ τὴν αὐτὴν ἔχοντα δύ ναμιν τῶν ὀνομάτων ταὐτὸν πάντως καὶ ση μαίνειν πέφυκε, σημαίνει δὲ τὸ ἀγέννητον κατ' αὐτοὺς τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, ἐξ ἀνάγκης καὶ τὸ πατὴρ σημαίνει τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, οὐχὶ δὲ τὸ γεγεννηκέναι τὸν υἱόν20. ἐκ ποίας ἀνάγκης, εἰπέ, τὸ γεγεννηκέναι τὸν υἱὸν διὰ τῆς τοῦ πατρὸς φωνῆς οὐκέτι σημαίνεται, ἐὰν ἡ αὐτὴ προσηγορία καὶ τὸ ἄναρχον ἡμῖν τοῦ πατρὸς δι' ἑαυτῆς 1.1.553 παραστήσῃ; εἰ μὲν γὰρ ἀναιρετικὸν ἦν τοῦ ἑτέρου τὸ ἕτε ρον κατὰ τὴν τῶν ἀντικειμένων φύσιν, ἀναγκαίως ἡ τοῦ ἑνὸς θέσις τὴν ἀναίρεσιν τοῦ λοιποῦ κατεσκεύαζεν. εἰ δὲ τὸ κωλύον ἐστὶν οὐδὲν τὸν αὐτὸν καὶ πατέρα εἶναι καὶ ἀγέννητον, ἐὰν διὰ τῆς τοῦ πατρὸς κλήσεως κατά τινα διά νοιαν καὶ τὸ ἀγέννητον ἐννοήσωμεν, τίς ἡ ἀνάγκη τὴν πρὸς τὸν υἱὸν σχέσιν διὰ τῆς τοῦ πατρὸς φωνῆς μηκέτι γνωρί 1.1.554 ζεσθαι; οὐδὲ γὰρ τὰ λοιπὰ τῶν ὀνομάτων, ὅσα τὴν πρὸς ἄλληλα κοινωνίαν ἔχει καὶ διὰ πάντων ταῖς ἐννοίαις συμ φέρεται, ἐπεὶ καὶ αὐτοκράτορα καὶ ἀδέσποτον τὸν βασιλέα καλοῦμεν καὶ τὸν αὐτὸν τῶν ὑποχειρίων ἡγούμενον, καὶ οὔτε ψεῦδός ἐστι περὶ αὐτοῦ λέγειν, ὅτι ἡ τοῦ βασιλέως φωνὴ σημαίνει καὶ τὸ ἀδέσποτον, οὔτε ἐπάναγκες εἶναί φαμεν, εἰ τὸ αὐτοκρατές τε καὶ ἄναρχον διὰ ταύτης τῆς φωνῆς σημανθείη, μηκέτι τὸ κατὰ τῶν ὑπηκόων κράτος διὰ τῆς βασιλείας σημαίνεσθαι· μέσον γὰρ ἑκατέρων τῶν ὑπολήψεων ὂν τῆς βασιλείας τὸ ὄνομα πῆ μὲν τὸ ἀδέσποτον, 1.1.555 πῆ δὲ τὸ ἀρχικὸν τῶν ὑποτεταγμένων ἐνδείκνυται. καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν ἔστι τις τοῦ πατρὸς τοῦ κυρίου πατὴρ προεπινοούμενος ἕτερος, δειξάτωσαν οἱ τὴν ἀπόρρητον αὐχοῦντες σοφίαν, καὶ τότε συνθησόμεθα μὴ δύνασθαι τοῦ ἀγεννήτου τὴν ἔννοιαν ὑπὸ τῆς τοῦ πατρὸς προσηγορίας 1.1.556 παρίστασθαι. εἰ δὲ ὁ πρῶτος πατὴρ αἰτίαν τῆς ἑαυτοῦ συστάσεως ὑπερκειμένην οὐκ ἔχει, τῷ δὲ πατρὶ συνυπα κούεται πάντως καὶ τοῦ μονογενοῦς ἡ ὑπόστασις, τί μορμο λύττονται ἡμᾶς ταῖς τεχνικαῖς ταύταις τῶν σοφισμάτων διαπλοκαῖς πείθειν, μᾶλλον