1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

70

διαμπὰξ γεγενημένην, ἢ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως μὲν ἂν ὦμεν πεπυκνωμένοι καὶ συνηρμοσμένοι, 62.102 οὐδὲν ὅλως ἐπεισάγει τῶν αὑτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπερ τις χειμάῤῥους ἐπιχέεται. Πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης, καὶ τοῦτό ἐστι τὸ δυσκατόρθωτον· τούτου δὲ γενομένου, αὐτὸς ἑαυτῷ τὰ πάντα εὐρύνει· λοιπὸν γὰρ διαβολαῖς τὰ ὦτα ἀνέῳγε, καὶ οἱ τὰ ψευδῆ λέγοντες, πιστότεροι· τὴν γὰρ ἔχθραν ἔχουσι δικάζουσαν, οὐ τὴν ἀλήθειαν κρίνουσαν. Καὶ ὥσπερ φιλίας οὔσης, καὶ τὰ ἀληθῆ ψευδῆ φαίνεται τῶν κακῶν· οὕτως ἔχθρας οὔσης, καὶ τὰ ψευδῆ ἀληθῆ· ἕτερος νοῦς, ἕτερον δικαστήριον, οὐκ ἐξ ἴσης ἀκοῦον, ἀλλὰ μετὰ πολλῆς τῆς προσκλίσεως καὶ ἐπιῤῥεπείας. Καθάπερ γὰρ ἐν ζυγῷ μόλυβδος προστεθεὶς τὸ πᾶν εἵλκυσεν· οὕτω καὶ ἐνταῦθα, τὸ τῆς ἔχθρας βάρος, μολύβδου χαλεπώτερον ὄν. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε πρὸ τοῦ ἡλίου σβεννύναι τὰς ἔχθρας. Ἂν γὰρ τῇ ἡμέρᾳ τῇ πρώτῃ μὴ κρατήσῃς καὶ τῇ ἑξῆς, πολλάκις καὶ εἰς ἐνιαυτὸν αὐτὴν ἐξέτεινας, καὶ αὐτὴ ἑαυτὴν ηὔξησε λοιπὸν ἡ ἔχθρα, καὶ οὐ δεῖταί τινος. Καὶ ῥήματα γὰρ ἑτέρως λεγόμενα ἑτέρως ὑποπτεύειν ποιοῦσα, καὶ σχήματα καὶ πᾶν ὁτιοῦν ἐκθηριοῖ καὶ ἐξαγριοῖ, καὶ τῶν μαινομένων χείρω διατίθησιν, οὔτε τὸ ὄνομα εἰπεῖν, οὔτε ἀκοῦσαι ἀνεχομένη, ἀλλ' ἀπὸ τῶν λοιδοριῶν ἅπαντα φθεγγομένη. Πῶς οὖν μαλάξομεν τὸν θυμόν; πῶς σβέσομεν τὴν φλόγα; Ἂν τὰ ἑαυτῶν ἁμαρτήματα ἐννοήσωμεν, καὶ ὅσον ἐσμὲν ὑπεύθυνοι τῷ Θεῷ· ἂν ἐννοήσωμεν, ὅτι οὐ τὸν ἐχθρὸν ἀμυνόμεθα, ἀλλ' ἡμᾶς αὐτούς· ἂν ἐννοήσωμεν, ὅτι τὸν διάβολον εὐφραίνομεν, ὅτι τὸν ἐχθρὸν τὸν ἡμέτερον, τὸν ὄντως ἐχθρὸν, δι' ὃν τὸ μέλος τὸ ἡμέτερον ἀδικοῦμεν. Βούλει εἶναι μνησίκακος καὶ ἐχθρός; Ἐχθρὸς ἔσο, ἀλλὰ τοῦ διαβόλου, μὴ τοῦ μέλους τοῦ σοῦ. ∆ιὰ τοῦτο ἡμᾶς ὥπλισε τῷ θυμῷ ὁ Θεὸς, οὐχ ἵνα τὸ ξίφος κατὰ τῶν ἡμετέρων σωμάτων, ἀλλ' ἵνα ὁλόκληρον τὴν μάχαιραν εἰς τὸ τοῦ διαβόλου στῆθος βαπτίζωμεν. Ἐκεῖ τὸ ξίφος ἔγκλεισον μέχρι τῆς λαβῆς, εἰ βούλει, καὶ τὴν λαβὴν αὐτὴν, καὶ μηδέποτε ἐκσπάσῃς, ἀλλὰ καὶ ἕτερον πρόσθες. Τοῦτο δὲ ἔσται, ὅταν ἡμῶν φειδώμεθα, ὅταν εἰρηνικῶς πρὸς ἀλλήλους διακεώμεθα. Ἐῤῥέτω χρήματα, ἐῤῥέτω δόξα καὶ εὐδοκίμησις· πάντων τὸ μέλος τὸ ἐμὸν ἐμοὶ τιμιώτερον. Ταῦτα λέγωμεν πρὸς ἑαυτούς· μὴ τὴν φύσιν ἀδικῶμεν τὴν ἡμετέραν, ἵνα χρήματα κτησώμεθα, ἵνα δόξης ἐπιτύχωμεν. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, φησίν. Ὁρᾷς τίνα τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου; ψεῦδος, μνησικακία, κλοπή. ∆ιὰ τί μὴ εἶπεν, Ὁ κλέπτων κολαζέσθω, βασανιζέσθω, στρεβλούσθω, ἀλλὰ, Μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι; Ποῦ οἱ Καθαροὶ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομάζειν τολμῶντες; Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκλημα, οὐ τῷ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι. Ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα δεῖ; Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁμάρτημα πρᾶξαι· οὐκ ἔκλεψαν, τοῦτο οὐκ ἔστι τὸ ἁμάρ 62.103 τημα λῦσαι· ἀλλὰ πῶς; Εἰ ἐκοπίασαν, καὶ ἑτέροις μετέδωκαν· οὕτως ἔλυσαν τὸ ἁμάρτημα. Οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ' ὥστε κοπιᾷν, ὥστε ἑτέροις μεταδιδόναι· καὶ γὰρ ὁ κλέπτων ἐργάζεται, ἀλλὰ κακόν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Τίς ἐστι σαπρός; Ὅν φησιν ἀλλαχοῦ καὶ ἀργὸν, καταλαλιὰ, αἰσχρολογία, εὐτραπελία, μωρολογία. Ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν; Τὸ δὲ, Μηκέτι κλεπτέτω, οὐκ ἐκείνοις συγγινώσκων τοσοῦτόν φησιν, ὅσον τοὺς ἠδικημένους πράους καθιστῶν, καὶ τῷ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν. Καλῶς δὲ καὶ περὶ λόγων διδάσκει. Οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν δίκας. Ἀλλ' εἴ τις ἀγαθὸς, φησὶ, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Τουτέστιν, Ὅπερ οἰκοδομεῖ τὸν πλησίον, τοῦτο φθέγγου μόνον, περιττὸν δὲ μηδέν. γʹ. ∆ιὰ τοῦτο γάρ σοι στόμα καὶ γλῶσσαν ἔδωκεν