71
δὲ φενακίζειν βουλόμενοι, εἰ τὸ ἀγέννητον τοῦ ἐπὶ πάντων θεοῦ διὰ τῆς τοῦ πατρὸς προσ ηγορίας ὁμολογηθείη τῆς πρὸς τὸν υἱὸν σχέσεως τοῦ πατρὸς ἀποσχίζειν τὴν ἔννοιαν; 1.1.557 Ἀλλὰ διαπτύσαντες τὴν παιδιώδη ταύτην καὶ ἐπιπό λαιον αὐτῶν ἐπιχείρησιν τὸ ὡς ἄτοπον παρ' ἐκείνων προ φερόμενον ἀνδρικῶς ὁμολογήσωμεν, ὅτι καὶ ταὐτὸν σημαίνει τῷ ἀγεννήτῳ τὸ τοῦ πατρὸς ὄνομα, καὶ τὸ ἀγέννητον τὸ ἐξ οὐδενὸς εἶναι τὸν πατέρα παρίστησι, καὶ ὁ πατὴρ τὴν περὶ τοῦ μονογενοῦς ἔννοιαν συνημμένως διὰ τῆς σχέσεως μεθ' ἑαυτοῦ συνεισάγει. καὶ γὰρ καὶ ταύτην προσκειμένην τῷ λόγῳ τοῦ διδασκάλου τὴν ῥῆσιν ὁ δεινός τε καὶ ἄμαχος οὗτος ἀγωνιστὴς τῶν γεγραμμένων ἐξέκλεψε, τῇ ἀφαιρέσει τῶν ἀσφαλῶς εἰρημένων ἐξευμαρίζων ἑαυτῷ τὴν ἀντίρρησιν. 1.1.558 ὁ μὲν γὰρ παρὰ τοῦ διδασκάλου ῥηθεὶς λόγος οὑτωσὶ κατὰ τὴν λέξιν ἔχει· "1Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγο ρίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐδαμοῦ τῆς γραφῆς κειμένην καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δι καίως ἀξίαν εἶναι φήσαιμι, τῆς πατρὸς φωνῆς ἴσον δυνα μένης τῷ ἀγεννήτῳ πρὸς τὸ καὶ τὴν περὶ τοῦ υἱοῦ ἔννοιαν 1.1.559 συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισάγειν."2 ὁ δὲ γενναῖος οὗτος τῆς ἀληθείας πρωταγωνιστὴς τὸ μὲν ἀσφα λείας ἕνεκεν τῷ λόγῳ προσκείμενον, λέγω δὲ τὸ "1καὶ τὴν περὶ τοῦ υἱοῦ ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισάγειν"2, τοῦτο μὲν ὑπὸ τῆς συγγενοῦς ἐλευθερίας ὑφεί λετο, καὶ διακλέψας τῶν γεγραμμένων τὸν λόγον τοῖς ὑπο λοίποις συμπλέκεται καὶ ἀκρωτηριάσας τὸν εἱρμὸν τοῦ σώ ματος καὶ ὡς ᾤετο σαθρότερον ἑαυτῷ καὶ πρὸς τὴν ἀν τίρρησιν εὐεπίβατον καταστήσας, ψυχρῷ καὶ ἀδρανεῖ τῷ σοφίσματι τοὺς καθ' ἑαυτὸν παρακρούεται, τὸ κατά τι κοι νωνοῦν καὶ διὰ πάντων τὴν κατὰ τὸ σημαινόμενον κοινωνίαν ἔχειν κατασκευάζων καὶ τούτῳ τὴν ἐπιπόλαιον ἀκοὴν συν 1.1.560 αρπάζων. ἡμῶν γὰρ κατά τι σημαινόμενον τὴν τοῦ πατρὸς εἰρηκότων φωνὴν καὶ τὴν τοῦ ἀγεννήτου σημασίαν παρέχε σθαι, οὗτος τὴν παντελῆ τοῦ σημαινομένου μετάληψιν ἀπὸ τῆς συνήθους τῶν ὀνομάτων ἐμφάσεως ποιησάμενος εἰς ἄτοπον δῆθεν ἐκβάλλει τὸν λόγον, ὡς οὐκέτι τὴν πρὸς τὸν υἱὸν σχέσιν τῆς προσηγορίας ταύτης ἐνδεικνυμένης, εἰ καὶ 1.1.561 τὸ τοῦ ἀγεννήτου νόημα διὰ τούτου σημαίνοιτο. ὥσπερ ἂν εἴ τις δύο ἐννοίας περὶ τοῦ ἄρτου μαθών, ὅτι τε ἀπὸ σίτου συνέστηκε καὶ ὅτι τροφὴ τῷ χρωμένῳ γίνεται, μάχοιτο πρὸς τὸν λέγοντα τῷ ὁμοίῳ τρόπῳ τῶν σοφισμάτων κατ' αὐτοῦ χρώμενος, ὅτι ἄλλος λόγος ἐστὶ τῆς ἐκ τοῦ σίτου συστάσεως καὶ ὁ τῆς τροφῆς πάλιν ἕτερος. εἰ οὖν δοθείη τὸ ἐκ τοῦ σίτου εἶναι τὸν ἄρτον, οὐκέτι αὐτὸ τοῦτο καὶ τροφὴ κυρίως ὀνομασθήσεται. τοιαύτη τοῦ συλλογισμοῦ ἡ 1.1.562 διάνοια. 20εἰ γὰρ τὸ ἀγέννητον20, φησίν, 20ὑπὸ τῆς τοῦ πατρὸς προσηγορίας σημαίνεται, οὐκέτι τὸ γεγεννηκέναι τὸν υἱὸν ἡ φωνὴ αὕτη παρίστη σιν20. ἀλλ' εὔκαιρον ἴσως τὴν σεμνὴν ἐκείνην τοῦ κώλου περίοδον καὶ παρ' ἡμῶν ἐπαχθῆναι τῷ λεγομένῳ· 20πρέπει γὰρ τοῖς τοιούτοις πάντως τοιαῦτα, ὅτι πλέον ἂν ἔσχε πρὸς τὸ δοκεῖν σωφρονεῖν, εἰ παντελεῖ σιωπῇ ταύτην ὥριζε τὴν ἀσφάλειαν. ᾧ γὰρ ἡ προσθήκη τῶν λόγων εἰς προσθήκην τελεῖ βλασφημίας, μᾶλλον δὲ τῆς ἐσχάτης ἀνοίας, τούτῳ τὸ σιγᾶν οὐχ ἡμίσει μέρει, ἀλλὰ τῷ παντὶ τοῦ λαλεῖν ἐστι κουφότερον20. 1.1.563 Τάχα ἄν τις αὐτὸν μᾶλλον ἐκ τῶν καθ' ἑαυτὸν προσ αγάγοιτο πρὸς τὴν τῶν λεγομένων ἀλήθειαν. καὶ δὴ καταλιπόντες τὸ κατηγκυλωμένον τῆς τῶν σοφισμάτων πλο κῆς ἰδιωτικώτερόν τε καὶ κοινότερον περὶ τοῦ προκειμένου διαλεξώμεθα. ὁ σὸς πατήρ, ὦ Εὐνόμιε, πάντως ἄνθρωπος ἦν, ἀλλ' ὁ αὐτὸς οὗτος καὶ σοὶ τοῦ εἶναι γέγονεν αἴτιος. 1.1.564 ἆρ' οὖν ἐχρήσω ποτὲ τῷ σοφῷ τούτῳ καὶ ἐπ' ἐκείνου, ὥστε τὸν πατέρα τὸν σόν, εἰ τὸν τῆς φύσεως ὁρισμὸν δέχοιτο, διὰ τὸ ἄνθρωπος εἶναι μηκέτι δύνασθαι τὴν πρὸς σὲ σχέσιν ἀποσημαίνειν; χρῆναι γὰρ πάντως τῶν δύο τὸ ἕτερον, ἢ ἄνθρωπον εἶναι ἢ Εὐνομίου πατέρα. εἶτα σοὶ μὲν οὐκ ἔξεστι μὴ κατὰ τὸ οἰκεῖον τῆς σημασίας προφέρεσθαι τὰ 1.1.565 τῶν