71
ὁ Θεὸς, ἵνα εὐχαριστῇς αὐτῷ, ἵνα οἰκοδομῇς τὸν πλησίον· ὡς ἐὰν καθαιρῇς τὴν οἰκοδομὴν, βέλτιον σιγᾷν, καὶ μηδέποτε φθέγγεσθαι. Καὶ γὰρ χεῖρες τεχνίτου, ἀντὶ τοῦ τοὺς τοίχους ἐξυφαίνειν μαθοῦσαι καθαιρεῖν, ἐκκόπτεσθαι δίκαιαι ἂν εἶεν. Καὶ γὰρ ὁ Ψαλμῳδὸς τοῦτό φησιν· Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ στόμα· μᾶλλον δὲ οὐ τὸ στόμα, ἀλλ' οἱ κακῶς αὐτῷ χρώμενοι. Ἐντεῦθεν ὕβρεις, λοιδορίαι, βλασφημίαι, ἐκκαύματα τῶν ἡδονῶν, φόνοι, μοιχεῖαι, κλοπαὶ, πάντα ἀπὸ τούτου τίκτεται. Καὶ πῶς, φησὶ, φόνοι; Ἀπὸ ὕβρεως εἰς ὀργὴν, ἀπὸ ὀργῆς εἰς πληγὰς, ἀπὸ πληγῶν εἰς φόνον ἐξέβης. Πῶς μοιχεῖαι; Ἡ δεῖνά σε φιλεῖ, φησὶν, ἐφθέγξατό τι περὶ σοῦ χρηστὸν, ἐχάλασέ σου τὸν τόνον, εἶτα καὶ σοὶ οὕτως ἀνάπτεται τὰ τῆς ἐπιθυμίας. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγεν, Εἴ τις ἀγαθός. Ἐπεὶ οὖν πολὺ τὸ χύμα τῶν λόγων, εἰκότως ἀδιορίστως εἶπεν, ἐκεῖνα φθέγγεσθαι κελεύσας, καὶ τύπον δοὺς ὁμιλίας. Ποῖον δὴ τοῦτον; Εἴ τις οἰκοδομεῖ, εἰπών. Ἢ τοῦτό φησιν, ἵνα χάριν σοι εἰδῇ ὁ ἀκούων. Οἷον, ἐπόρνευσεν ὁ ἀδελφός· μὴ ἐκπόμπευε τὴν ὕβριν. Μηδὲ ἐντρύφα· οὐδὲν ὠφέλησας τὸν ἀκούοντα, ἀλλὰ καὶ ἔβλαψας, εἰκότως, ἧλον αὐτῷ δούς. Ἂν μέντοι τὰ πρακτέα παραινῇ, πολλὴν αὐτῷ δίδως τὴν χάριν· ἂν παιδεύσῃς εὔφημον ἔχειν στόμα, ἂν διδάξῃς μηδένα κακηγορεῖν, μάλιστα αὐτὸν ἐπαίδευσας, καὶ χάριν αὐτῷ δέδωκας· ἂν περὶ κατανύξεως, ἂν περὶ εὐλαβείας, ἂν περὶ ἐλεημοσύνης διαλεχθῇς, πάντα ταῦτα μαλάττει αὐτοῦ τὴν ψυχήν. Ὑπὲρ τούτων πάντων χάριν ὁμολογήσει. Ἂν μέντοι γέλωτα κινήσῃς, ἂν αἰσχρὸν φθέγξῃ, μᾶλλον ἐξῆψας· ἂν ἐπαινέσῃς τὴν πονηρίαν, κατέβαλες καὶ ἀπώλεσας. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ἵνα κεχαριτωμένους αὐτοὺς ἐργάσηται, οὕτως εἶπε. Καθάπερ γὰρ τὸ μύρον χάριν δίδωσι τοῖς μεταλαμβάνουσιν, οὕτω καὶ λόγος ἀγαθός· διὰ τοῦτο καί τις ἔλεγε, Μύρον ἐκκενωθὲν ὄνομά σου· ἀποπνεῖν αὐτοὺς ἐποίει ἀπὸ τῆς εὐωδίας ἐκείνης. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ παραινεῖ, τοῦτο καὶ νῦν λέγει, ἑκάστῳ οἰκοδομεῖν τὸν πλησίον ἐπιτρέπων κατὰ δύναμιν τὴν ἑαυτοῦ; Ὁ ἑτέροις οὖν τοιαῦτα παραινῶν, πολλῷ μᾶλλον σαυτῷ. Καὶ μὴ λυπεῖτε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον. Φρικωδέστε 62.104 ρον καὶ φοβερώτερον τοῦτο, ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας Ἐπιστολῇ φησι· καὶ γὰρ ἐκεῖ τοιοῦτόν τι λέγει· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν. Οὕτω καὶ ἐνταῦθα. Ἂν εἴπῃς ὑβριστικὸν ῥῆμα, ἂν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας. Εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε, τοῦτο οὐκ ἀφῆκε κεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; Ὅρα πῶς ἐκεῖ μὲν φοβερῶς, Ὁ γὰρ ἀθετῶν, φησὶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν· ἐνταῦθα δὲ ἐντρεπτικῶς, Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε. Ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος κείσθω· μὴ ἀνέλῃς τὰ σήμαντρα. Στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται. Μὴ εἴπῃς, Οὐδέν ἐστιν, ἂν αἰσχρὸν εἴπω, ἂν τὸν δεῖνα ὑβρίσω. ∆ιὰ τοῦτο μέγα ἐστὶ κακὸν, ἐπειδὴ οὐδὲν εἶναι δοκεῖ. Τὰ γὰρ μηδὲν εἶναι δοκοῦντα, εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούμενα καὶ αὔξεται, τὰ δὲ αὐξόμενα καὶ ἀνίατα γίνεται. Στόμα ἔχεις πνευματικόν; Ἐννόησον τί ἐφθέγξω εὐθέως ῥῆμα τεχθεὶς, ποία ἀξία τοῦ στόματός σου. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν εὐθέως ὑβρίζεις; Ἐννόησον πόθεν Πατέρα καλεῖς τὸν Θεόν. Ἀπὸ φύσεως; ἀλλ' οὐκ ἂν ἔχοις. Ἀπὸ ἀρετῆς; ἀλλ' οὐδὲ τοῦτο. Ἀλλὰ πόθεν; Ἀπὸφιλανθρωπίας μόνης, ἀπὸ εὐσπλαγχνίας, ἀπὸ ἐλέου πολλοῦ. Ὅταν οὖν Πατέρα καλῇς τὸν Θεὸν, μὴ τοῦτο μόνον ἐννόει, ὅτι ἀνάξια τῆς εὐγενείας ἐκείνης πράττεις ὑβρίζων, ἀλλ' ὅτι καὶ ἀπὸ φιλανθρωπίας ἔχεις τὴν εὐγένειαν. Μὴ τοίνυν αὐτὴν καταισχύνῃς, ἀπὸ μὲν φιλανθρωπίας λαβὼν, ὠμότητι δὲ κεχρημένος πρὸς τοὺς ἀδελφούς. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ ὑβρίζεις; Ἀλλ' οὐ ταῦτα τοῦ υἱοῦ τοῦ Θεοῦ.