72
ἀπιστεῖν; 3.5.97 καὶ πῶς οὐκ ἐμφανὴς ὁ φθόνος; Τί δέ; οἱ καταψευδόμενοι τοῦ διδασκάλου καὶ τὰ μὴ γεγονότα τῇ αὐτῶν παραδιδόντες γραφῇ, ἆρα καὶ τὰ πάθη κατεψεύσαντο αὐτοῦ; τὴν ἑνὸς λέγω μαθητοῦ προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώτου, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπ' ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα, ἐν τούτῳ τε πηγνύμενον καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόρρης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενον; 3.5.98 ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις συμφέρεται ὅμοια, πεπλάσθαι χρὴ ... πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν. 3.5.99 καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν. 3.5.100 τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ' ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ «ἐλυπεῖτο» καὶ «ἠδημόνει» καὶ τετάρακτο τὴν ψυχήν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γάρ, κἂν ἄλλων λεγόντων, χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους. 3.5.101 εἰ δὲ φιλαλήθεις ἐν τοῖς περὶ αὐτοῦ σκυθρωποῖς διηγήμασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδοξοτέροις εἶεν ἂν τοιοῦτοι. τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν, ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτὸν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα. 3.5.102 ∆ιὰ τί γὰρ μὴ ἐψεύσαντο καὶ ἔφησαν, ὅτι Ἰούδας μὲν ὁ προδοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπελιθώθη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παραχρῆμα τὴν δεξιάν, ὁ δ' ἀρχιερεὺς Καϊάφας, ὡς ἂν συντρέχων τοῖς κατ' αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις; 3.5.103 διὰ τί δὲ μὴ ἐψεύσαντο πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν, ἀλλ' ὁ μὲν ἀφανὴς ἦν καταγελάσας αὐτῶν τοῦ δικαστηρίου, οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ' αὐτοῦ μὴ παρόντος ἐδόκουν; τί δ' ἄρα; οὐκ ἦν σεμνότερον τοῦ πλάττεσθαι, ... καὶ τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονεν, τὸ γράφειν ὅτι μηδὲν μὲν ἀνθρώπινον μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταστησάμενος τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπιστεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσιν πεπιστευκότες. 3.5.104 οἱ δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἷς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι; αὐτάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σωτῆρος ἡμῶν μαρτυρία. Οὐδὲν δὲ κωλύει οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος ἡμῶν ἐν τούτοις· 3.5.105 «Γίνεται δὲ κατ' ἐκεῖνον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. καὶ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ' ἡμῖν ἀρχόντων σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. 3.5.106 ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν