73
θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλειπεν τὸ φῦλον.» 3.5.107 Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖται οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβδομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ «πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ» προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους. 3.5.108 πῶς γὰρ ἂν ἄλλως προσήγετο τοῦ Ἰουδαϊκοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισιν θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενιζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφή, ὅτι πολλαὶ μυριάδες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ἀπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ' Ἀδριανὸν πολιορκίας. 3.5.109 λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ τὰ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνημονεύεται· ὡς καὶ ἐκ τούτων λελύσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν αὐτοῦ διαβολήν, ὅτε καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, δι' ὧν ἐπετέλει παραδόξων ἔργων, ὑφ' ἑαυτὸν πεποιημένος. 3.5.110 Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μὲν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων οἷα θαυματουργὸν ἢ φαρμακέα τινὰ θαυμασιῶσαι τοὺς παρόντας. 3.6.1 Καὶ δὴ τούσδε πρῶτον ἁπάντων ἐρωτητέον, τίνα φαῖεν πρὸς τὰ προωδευμένα; ἆρα γὰρ ἐπινοῆσαι δυνατόν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ὑγιῶν τε καὶ ἀληθῶν δογμάτων, οἵων προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι; εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεύς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας· πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν; ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν. 3.6.2 μή τι οὖν καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοιοῖσδέ τισιν ἔνοχος ἦν; πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκώς· «μὴ κτήσησθε χρυσὸν μηδ' ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδόν, μηδ' ὑποδήματα»; πῶς δ' ἂν ἐπείθοντο λέγοντι, καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκεν μετιόντα; 3.6.3 πάλαι δ' ἂν καταγελάσαντες αὐτοῦ καὶ τῶν λόγων καταπτύσαντες ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ' οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις. 3.6.4 Πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ' ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἱ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ' ἐμβλέπειν μετ' ἐπιθυμίας ἀκολάστου, φήσαντα· «ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». 3.6.5 καί ποτε ἀναγκαίως ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι «ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει», παράδοξόν τι τοῦτο δόξαντες ὁρᾶν, ὥσπερ οὔπω καὶ ἄλλοτε πρότερον. συνίστη δὲ ἄρα ὁ λόγος τοῦ