73
ἕτερον δὲ τὸ μηδεμίαν αὐτὸν ὑπερ 1.1.576 κειμένην αἰτίαν ἔχειν. ἀλλὰ κἂν ἐκεῖνος διαπτύῃ τὸν λόγον, ἡμεῖς παρ' οὐδὲν τὸν γέλωτα τὸν χλευαστικὸν ποιησάμενοι θαρροῦντες ἀποκρινούμεθα ὅπερ εἰρήκαμεν ἤδη, ὅτι καὶ ταὐτόν ἐστιν ὁ πατὴρ τῷ ἀγεννήτῳ καὶ τὸ γεγεννηκέναι τὸν υἱὸν σημαίνει καὶ τὸ ἐξ οὐδενὸς εἶναι παρίστησιν. 1.1.577 Ὁ δὲ καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις καί φησι (καὶ μέντοι καὶ πρὸς τοὐναντίον ἀναστρέφει πάλιν ὁ λόγος)· 20εἰ γὰρ διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστι πατήρ, κατὰ ταὐτὸν δὲ σημαινόμενον πατήρ ἐστι καὶ ἀγέννητος, διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστιν ἀγέννητος, πρὶν δὲ γεννῆσαι τοῦ τον οὐκ ἦν ἀγέννητος20. ἴδωμεν τοίνυν καὶ τὸν τῆς ἀναστροφῆς αὐτοῦ λόγον, πῶς πρὸς τοὐναντίον ἀναλύων τὴν τοῦ προτέρου σοφίσματος σύνθεσιν πάλιν ἡμᾶς καὶ διὰ τού 1.1.578 του ταῖς ἀφύκτοις ἀνάγκαις περιστοιχίζεται. ὁ πρότερος εἶχε συλλογισμὸς τοῦτο τὸ ἄτοπον· εἰ ὁ πατὴρ σημαίνει τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, ἐξ ἀνάγκης τὸ γεγεννηκέναι τὸν υἱὸν οὐκέτι ἐνδείξεται. οὗτος διὰ τῆς πρὸς τοὐναντίον ἀναστροφῆς ἑτέραν ἡμῖν ἀτοπίαν κατὰ τοῦ ἡμετέρου δόγ ματος ἐπαγγέλλεται. τίς οὖν ἡ τοῦ ἐκεῖ δειχθέντος ἀνά λυσις; 20εἰ διὰ τὸ γεγεννηκέναι20, φησί, 20τὸν υἱὸν ὁ 1.1.579 θεός ἐστι πατήρ20. τοῦτο ἡμῖν ὁ πρότερος συλλογισμὸς οὐ παρέστησεν, ἀλλὰ τὸ μὲν μὴ δύνασθαι, εἰ τὸ ἀγέννητον διὰ τοῦ πατρὸς σημανθείη, καὶ τὴν πρὸς τὸν υἱὸν σχέσιν σημαίνειν ἡ ἀκολουθία τοῦ συλλογισμοῦ δῆθεν ἐδείκνυεν, τὸ δὲ διὰ τοῦτο τὸν θεὸν εἶναι πατέρα, διότι γεγέννηκε τὸν υἱόν, οὐδὲ ἡ τοῦ προτέρου σοφίσματος κατασκευὴ διωρί σατο. τί οὖν ἐστι τὸ ἀναστρεφόμενον ὑπὸ τῆς διαλεκτικῆς τε καὶ τεχνικῆς ἀγχινοίας, οὔπω συνίημι. 1.1.580 Πλὴν ἀλλὰ σκοπήσωμεν τὴν τῶν εἰρημένων διάνοιαν. 20εἰ διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστιν ἀγέννητος, πρὶν δὲ γεννῆσαι, τοῦτον οὐκ ἦν ἀγέννητος20. πάλιν ἕτοιμος πρὸς τὸ εἰρημένον καὶ ἁπλοῦς τῆς ἀληθείας ὁ λόγος, ὅτι καὶ τὸ γεγεννηκέναι τὸν υἱὸν ἡ τοῦ πατρὸς ἐνδείκνυται κλῆσις, καθὼς ἡμῖν ἐν τοῖς προ ειρημένοις προαποδέδεικται, καὶ τὸ μὴ ἐξ αἰτίας νοεῖσθαί 1.1.581 τινος τὸν γεννήσαντα. ἐὰν μὲν γὰρ πρὸς τὸ ἐξ αὐτοῦ βλέ πῃς, ἡ τοῦ μονογενοῦς ὑπόστασις διὰ τῆς τοῦ πατρὸς προσ ηγορίας γνωρίζεται· ἐὰν δὲ τὸ πρὸ αὐτοῦ ἐξετάζῃς, ἡ τοῦ πατρὸς κλῆσις τὸ ἄναρχον τοῦ τὸν υἱὸν γεγεννηκότος ἐν δείκνυται. τὸ δὲ λέγειν ὅτι 20πρὶν γεννῆσαι τὸν υἱὸν οὐκ ἦν ἀγέννητος20 ὁ θεὸς διπλῆν φέρει τὴν κατηγο ρίαν τῷ λογογράφῳ, τῆς τε καθ' ἡμῶν συκοφαντίας καὶ τῆς κατὰ τοῦ δόγματος ὕβρεως· τό τε γὰρ μήτε παρὰ τοῦ διδασκάλου ῥηθὲν μήτε μὴν παρ' ἡμῶν ὡς ὁμολογούμενον διασύρει καὶ τὸν θεόν φησιν ὕστερόν ποτε γεγενῆσθαι πα 1.1.582 τέρα, ἄλλο τι ὄντα πρότερον δηλαδὴ καὶ οὐ πατέρα. δι' ὧν γὰρ τὸ ἄτοπον δῆθεν τοῦ ἡμετέρου λόγου καταχλευάζει, τὴν ἑαυτοῦ περὶ τὸ δόγμα παρανομίαν βοᾷ. ὡς γὰρ ὁμο λογούμενον ἔχων ὅτι πρότερον ἄλλο τι ὢν μετὰ ταῦτα κατὰ προκοπὴν ἐγένετό τε καὶ ὠνομάσθη πατήρ, τοῦτό φησιν ὅτι πρὶν γεννῆσαι τὸν υἱὸν καὶ διὰ τοῦτο κληθῆναι πατήρ, οὐδὲ ἀγέννητος ἦν, εἴπερ ἡ ἀγεννησία τῇ τοῦ πατρὸς ἐν 1.1.583 νοίᾳ γνωρίζεται. τοῦτο ὅσην ἔχει τὴν ἄνοιαν, οὐδὲν οἶμαι δεῖν τοῦ ἐλέγχοντος· ἱκανῶς γὰρ καὶ δι' ἑαυτοῦ παρίστησι τοῖς γε νοῦν ἔχουσιν. εἰ γὰρ ἄλλο τι ἦν ὁ θεὸς πρὸ τοῦ γενέσθαι πατήρ, τί ἐροῦσιν οἱ προστάται τοῦ δόγματος; ἐν ποίᾳ καταστάσει θεωρεῖσθαι φήσουσι; τί ὄνομα τῇ τότε διαγωγῇ, παῖς νήπιον βρέφος μειράκιον; ἢ τούτων μὲν ἐροῦσιν οὐδὲν τὸ περιφανὲς ἴσως τῆς ἀτοπίας ἐρυθριῶντες, τέλειον δὲ αὐτὸν ἐξ ἀρχῆς εἶναι οὐκ ἀπαρνήσονται; εἶτα πῶς τέλειος ὁ μήπω πατὴρ εἶναι δυνάμενος; ἢ τὸ μὲν ἰσχύειν οὐκ ἀφαιρήσονται, φήσουσι δὲ μὴ πρέπειν ὁμοῦ τῷ 1.1.584 εἶναι αὐτὸν καὶ πατέρα εἶναι; καὶ εἰ μὴ καλὸν μηδὲ πρέπον αὐτῷ τὸ ἐξ ἀρχῆς εἶναι πατέρα τοιούτου παιδός, πῶς προϊὼν τὸ μὴ καλὸν ἐπεκτήσατο; ἀλλὰ καλόν ἐστι νῦν καὶ τῇ μεγαλειότητι τοῦ θεοῦ πρέπον τὸ τοιούτου γενέσθαι πατέρα. οὐκοῦν ἀμέτοχον αὐτὸν τοῦ καλοῦ τὸ κατ' ἀρχὰς εἶναι κατασκευάσουσι, καὶ ἕως οὐκ εἶχε τὸν υἱὸν ὁ θεός (ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ θεός)