74
μήτε σοφίαν ἔχειν αὐτὸν ἐροῦσι μήτε δύναμιν μήτε ἀλήθειαν μήτε ζωὴν μήτε τὰ ἄλλα πάντα, ὅσα κατὰ διαφόρους ἐπινοίας ὁ μονο γενὴς υἱός ἐστί τε καὶ ὀνομάζεται. 1.1.585 Ἀλλὰ ταῦτα μὲν εἰς κεφαλὴν τῶν αἰτίων τραπείη, ἡμῖν δὲ πάλιν ἐπανιτέον ὅθεν ἐξέβημεν. 20εἰ διὰ τὸ γεγεννηκέναι20, φησίν, 20πατήρ ἐστιν ὁ θεός, ὁ δὲ πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος20. ταῦτα γὰρ εἰ μὲν κατὰ τὴν ἐπ' ἀνθρώπων λέγοι συνήθειαν, ἐφ' ὧν ἀμήχανόν ἐστι πλειόνων ἐπιτηδευμάτων ἕξιν κατὰ ταὐτόν τινα κτήσασθαι, μὴ κατά τινα χρόνου τάξιν καὶ ἀκολουθίαν ἕκαστον τῶν 1.1.586 σπουδαζομένων ἀναλαμβάνοντα-εἰ οὕτω καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἔδει λογίζεσθαι, ὡς νῦν μὲν τὴν ἀγεννη σίαν ἔχειν, μετὰ ταῦτα δὲ προσλαμβάνειν τὴν δύναμιν, εἶτα τὴν ἀφθαρσίαν, εἶτα τὴν φρόνησιν, καὶ προϊόντα πατέρα γίνεσθαι καὶ πάλιν δίκαιον καὶ ἐφεξῆς ἀΐδιον καὶ πάντα, ὅσα περὶ αὐτὸν θεωρεῖται, διά τινος ἀκολουθίας προσκτᾶ σθαι, οὐ σφόδρα ἦν ἄτοπον ἴσως ἕτερον τοῦ ἑτέρου προτε ρεύειν τῶν περὶ τὸν θεὸν ὀνομάτων οἴεσθαι καὶ πρότερον μὲν ἀγέννητον, μετὰ δὲ ταῦτα πατέρα γεγενῆσθαι λέγειν. 1.1.587 νυνὶ δὲ τίς οὕτω ταπεινὸς τὴν διάνοιαν καὶ τῆς τῶν θείων δογμάτων μεγαλοφυΐας ἀμύητος, ὥστε τὴν αἰτίαν τῶν ὄντων εἰς νοῦν λαβὼν μὴ πάντων κατὰ ταὐτὸν ἀθρόαν καὶ συγ κεκροτημένην τῶν περὶ τὸν θεὸν εὐσεβῶς νοουμένων ἀνα λαβεῖν τὴν διάνοιαν, ἀλλὰ τὸ μὲν ὕστερον, τὸ δὲ κατ' ἀρ χάς, ἕτερον δέ τι διὰ μέσου κατά τινα τάξεως ἀκολουθίαν 1.1.588 προσγεγενῆσθαι νομίζειν; οὐ γὰρ ἔστιν ἕν τι τῷ λογισμῷ διαβάντα τῶν περὶ τὸν θεὸν εὐσεβῶς λεγομένων ἐντυχεῖν ἑτέρῳ πράγματι ἢ νοήματι, ὃ τῆς τοῦ ῥηθέντος ἀρχαιό τητος ὑπεραρθῆναι δυνήσεται, ἀλλὰ πᾶν ὄνομα θεῖον καὶ πᾶν μεγαλοπρεπὲς νόημα καὶ πᾶσα γλῶσσα καὶ ὑπόληψις ταῖς περὶ θεοῦ ἐννοίαις ἁρμόζουσα συνήρτηται πρὸς τὴν ἑτέραν καὶ ἥνωται, καὶ πᾶσαι κατὰ τὸ συνεχὲς ἀθρόαι καὶ συγκεκροτημέναι μετ' ἀλλήλων αἱ περὶ τοῦ θεοῦ ὑπολήψεις καταλαμβάνονται, ἡ πατρότης ἡ ἀγεννησία ἡ δύναμις ἡ 1.1.589 ἀφθαρσία ἡ ἀγαθότης ἡ ἐξουσία τὰ ἄλλα πάντα. οὐ γὰρ διῃρημένως τούτων ἕκαστον τῶν λοιπῶν ἀποτετμημένον ἐφ' ἑαυτοῦ κατά τι χρονικὸν διάστημα νοεῖται, ὡς προτερεῦον ἑτέρου ἢ ἐφεπόμενον, ἀλλ' ὅπερ ἂν εὑρεθῇ μεγαλοπρεπές τε καὶ εὐσεβὲς ὄνομα, τῇ ἀϊδιότητι τοῦ θεοῦ συνεμφαίνεται. 1.1.590 ὡς οὖν οὐκ ἔστιν εἰπεῖν ποτὲ μὴ εἶναι τὸν θεὸν ἀγαθὸν ἢ δυνατὸν ἢ ἄφθαρτον ἢ ἀθάνατον, κατὰ τὸν αὐτὸν τρόπον ἀσεβές ἐστι μὴ ἀεὶ αὐτῷ προσμαρτυρεῖν τὴν πατρότητα, ἀλλ' ὕστερον προσγε 1.1.591 γενῆσθαι λέγειν. ὁ γὰρ ἀληθῶς πατὴρ ἀεὶ πατήρ· εἰ δὲ μὴ προσείη τὸ ἀεὶ τῇ ὁμολογίᾳ, ἀλλά τις ἔννοια κατὰ τὸ μάταιον προεπινοουμένη ἀποτέμοι καὶ κολοβώσειεν ἐπὶ τὸ ἄνω τὴν τοῦ πατρὸς ἔννοιαν, οὐκέτι τὸ ἀληθῶς πατὴρ εἶναι κυρίως ὁμο λογηθήσεται, τῆς ἐννοίας ἐκείνης τῆς τοῦ υἱοῦ προεπινοου μένης παραγραφομένης τὸ ἀΐδιον καὶ διηνεκὲς τῆς πατρό τητος. πῶς γὰρ δυνατὸν τὸ μετὰ ταῦτά ποτε γενόμενον 1.1.592 νοεῖσθαι ὃ νῦν λέγεται; εἰ οὖν πρῶτον ἀγέννητος ὢν μετὰ ταῦτα ἐγένετο καὶ ὠνομάσθη πατήρ, οὐκ ἀεὶ ἦν πάντως ὃ νῦν ὀνομάζεται· ὁ δὲ θεὸς ὃ νῦν ἐστι, καὶ ἀεί ἐστιν, οὔτε χείρων οὔτε βελτίων ἐκ προσθήκης γινόμενος οὔτε τι ἄλλο ἐξ ἄλλου μεταλαμβάνων καὶ ἀλλοιούμενος, ἀλλ' ὁ αὐτός ἐστιν ἑαυτῷ ἀεί. εἰ μὲν <οὖν> οὐκ ἦν ἐξ ἀρχῆς πατήρ, οὐδὲ μετὰ ταῦ 1.1.593 τα ἐγένετο. εἰ δὲ ὁμολογεῖται εἶναι πατήρ, πάλιν τὸν αὐτὸν λόγον ἐπαναλήψομαι, ὅτι ὃ νῦν ἐστι, καὶ ἀεὶ ἦν, καὶ εἰ ἀεὶ ἦν, καὶ εἰς ἀεὶ ἔσται. οὐκοῦν ἀεὶ πατὴρ ὁ πατήρ· τῷ δὲ πατρὶ συνεπινοουμένου πάντως καὶ τοῦ υἱοῦ (οὐδὲ γάρ ἐστι δυνατὸν βεβαιωθῆναι τοῦ πατρὸς τὴν κλῆσιν, μὴ υἱοῦ τὴν προσηγορίαν ἐπαληθεύοντος), καὶ τὰ <ἐν> τῷ πατρὶ θεω 1.1.594 ρούμενα πάντα καὶ ἐπὶ τοῦ υἱοῦ καθορᾶται. πάντα γὰρ ὅσα ἔχει ὁ πατὴρ τοῦ υἱοῦ ἐστι, καὶ τὰ τοῦ υἱοῦ πάντα ὁ πατὴρ ἔχει. ὁ πατήρ, εἶπον, τὰ τοῦ υἱοῦ, ὡς ἂν μὴ ἐξείη τῷ συκοφάντῃ συμπεριλαμβάνειν ἐπηρεαστικῶς πως πᾶσι καὶ τὸ μὴ γεγεννῆσθαι τὸν υἱὸν ἐν τῷ λέγειν πάντα τὰ τοῦ πατρὸς τὸν υἱὸν ἔχειν, ἢ πάλιν τὸ γεννητὸν εἶναι καὶ τὸν