75
πατέρα ἐν τῷ τὰ τοῦ υἱοῦ πάντα ἐν τῷ πατρὶ καθορᾶσθαι. πάντα γὰρ τὰ τοῦ πατρὸς ἔχει ὁ υἱός, οὐχὶ πατήρ ἐστι, καὶ τὸ ἔμπαλιν τὰ τοῦ υἱοῦ πάντα ἐν τῷ πατρὶ θεωρεῖται, οὐχὶ υἱός ἐστιν. 1.1.595 Εἰ οὖν ἐν τῷ μονογενεῖ τὰ τοῦ πατρὸς πάντα, οὗτος δὲ ἐν τῷ πατρί, ἡ δὲ πατρότης τῆς ἀγεννησίας οὐ διατέ τμηται, τί πρὸ τῆς τοῦ υἱοῦ ἐννοίας κεχωρισμένως ἐφ' ἑαυτοῦ κατά τι διάστημα περὶ τὸν πατέρα νοεῖσθαι δύναται; 1.1.596 ἐγὼ μὲν οὖν οὐ συνορῶ. οὐκοῦν ἀφόβως ἔστιν ἐπιθαρσήσαντας τοῖς προφερομένοις διὰ τοῦ σοφίσματος ἡμῖν ὁμόσε χω ρῆσαι, καὶ μηδὲν πτοηθέντας τοῦ συλλογισμοῦ τὴν μορμόνα τὴν ἐπὶ καταπλήξει τῶν παίδων σεσοφισμένην εἰπεῖν, ὅτι ὁ θεὸς καὶ ἅγιος καὶ ἀθάνατος καὶ πατὴρ καὶ ἀγέννητος καὶ ἀΐδιος καὶ ὁμοῦ τὰ πάντα ἐστί· κἂν ἕν τι τῶν εὐσεβῶς περὶ αὐτοῦ λεγομένων καθ' ὑπόθεσιν μὴ εἶναι δῷς, τὰ πάντα τῷ ἑνὶ συνανῄρηται· οὐ γὰρ ἔστι δυνατόν, ἐὰν μὴ ἀθάνατος ᾖ, τὰ λοιπὰ εἶναι, ὃ δὲ ἐπὶ μέρους εἴρηται, 1.1.597 καθόλου νοεῖσθαι. οὐκοῦν οὐδὲν περὶ αὐτὸν οὔτε προγε νέστερον οὔτε νεώτερον, ἢ οὕτως ἀνευρεθήσεται πρεσβύτερος αὐτὸς ἑαυτοῦ καὶ νεώτερος. εἰ γὰρ μὴ πάντοτε πάντα ἐστὶν ὁ θεός, ἀλλὰ κατά τινα τάξιν καὶ ἀκολουθίαν τὸ μέν τί ἐστι, τὸ δὲ γίνεται (σύνθεσις δὲ περὶ αὐτὸν οὐδεμία, ἀλλ' ὅπερ ἂν ᾖ, ὅλος ἐστί), κατὰ δὲ τὸν τῆς αἱρέσεως λόγον πρότερον ἀγέννητος ὢν μετὰ ταῦτα γίνεται πατήρ, οὐδεμιᾶς σωρείας ἐπιτηδευμάτων περὶ αὐτὸν νοουμένης, οὐδὲν ἄλλο ἢ ὅλος αὐτὸς ἑαυτοῦ ὅλου πρεσβύτερός τε καὶ μεταγενέστερος γίνεται, κατὰ μὲν τὸ ἀγέννητον ἑαυτοῦ προτερεύων, κατὰ δὲ τὴν τοῦ πατρὸς ἔννοιαν ἑαυτοῦ γινό 1.1.598 μενος δεύτερος. εἰ δὲ καθώς φησι περὶ τοῦ θεοῦ ὁ προ φήτης ὅτι ὁ αὐτός ἐστι, μάταιος ὁ λέγων ὅτι πρὶν γεν νῆσαι οὐκ ἦν ἀγέννητος, ὅτι οὐδέτερον τούτων χωρὶς τοῦ ἑτέρου εὑρίσκεται, οὔτε τοῦ πατρὸς τὸ ὄνομα οὔτε τοῦ ἀγεννήτου, ἀλλ' ὁμοῦ τὰ δύο καὶ μετ' ἀλλήλων ταῖς δια νοίαις τῶν εὐσεβῶς λογιζομένων ἐγγίνεται τὰ νοήματα. καὶ γὰρ ἐξ ἀϊδίου πατὴρ ὁ θεὸς καὶ πατὴρ ἀΐδιος, καὶ πάντα ὅσα εὐσεβῶς λέγεται κατὰ ταὐτὸν ὀνομάζεται, τῆς χρονικῆς ταύτης καθὼς ἔφαμεν ἀκολουθίας καὶ τάξεως ἐπὶ τῆς προαιωνίου φύσεως ἀργούσης. 1.1.599 Ἴδωμεν δὲ καὶ τὰ λοιπὰ τῆς διαλεκτικῆς εὐστροφίας, 1.1.599 ἃ καὶ αὐτὸς 20γελοῖά τε ἅμα καὶ ἐλεεινά20 φησιν εἶναι, καλῶς τοῦτο λέγων. πλατὺς γὰρ ὡς ἀληθῶς ἐν τοῖς εἰρη μένοις ὁ γέλως, μᾶλλον δὲ πολὺς ὁ θρῆνος ἐπὶ τῇ κατε χούσῃ τὴν ψυχὴν ἀπάτῃ. ἐπειδὴ γὰρ κατά τι σημαινόμενον ὁ πατὴρ καὶ τὴν τοῦ ἀγεννήτου περιείληφεν ἔννοιαν, ὡς ὁ ἡμέτερος λόγος, μεταλαβὼν τὴν κυρίαν τοῦ πατρὸς σημα 1.1.600 σίαν εἰς τὸ ἀγέννητον μόνον τάδε φησίν· 20εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλα βοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ20. ἔπεισί μοι λοιπὸν θαυμάζειν τὸν ἄνδρα τῆς εὐμη χανίας, καὶ τὸ πολύτροπον αὐτοῦ καὶ ποικίλον τῆς εἰς τὰ δόγματα παιδιᾶς ὑπὲρ τὴν τῶν πολλῶν εἶναι δύναμιν οἴε 1.1.601 σθαι. τὸ μὲν γὰρ εἰρημένον παρὰ τοῦ διδασκάλου ἡμῶν εἷς λόγος ἐν βραχεῖ τὴν περιγραφὴν ἔχων, τὸ δυνατὸν εἶναι καὶ διὰ τῆς τοῦ πατρὸς προσηγορίας τὴν ἀγεννησίαν σημαί νεσθαι, τὰ δὲ παρὰ τούτου τοσαῦτα, ὧν τὸ πλῆθος οὐκ ἐν τῇ διαφορᾷ τῶν νενοημένων ἐστίν, ἀλλ' ἐν τῇ περιόδῳ καὶ ἀναστροφῇ τῶν ὁμοίων ῥημάτων. καθάπερ γὰρ οἱ τὴν μύλην κεκαλυμμένοις τοῖς ὀφθαλμοῖς περιθέοντες ἐν πολλῇ τῇ ὁδοιπορίᾳ κατὰ τὸν αὐτὸν μένουσι τόπον, οὕτως ἀεὶ περὶ τὰ αὐτὰ στρέφεται καὶ τῶν αὐτῶν οὐκ ἀφίσταται. 1.1.602 εἶπεν ἅπαξ ἐπιχλευάζων, ὅτι οὐ τὸ γεννῆσαι σημαίνει ὁ πατήρ, ἀλλὰ τὸ ἐξ οὐδενὸς εἶναι. πάλιν τὸ ὅμοιον ἔπλεξεν· 20εἰ πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος20. εἶτα ἐκ τρίτου ἐπὶ τὰ αὐτὰ ἐπαν έρχεται· 20ἔξεστι γάρ20, φησί, 20μεταλαβοῦσι τὸ ἀγέν νητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννη τος20. καὶ εὐθὺς ἐπανέλαβεν ὃ πολλάκις ἐξήμεσε καί φησιν· 20ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμ 1.1.603 παλιν υἱοῦ ἀγέννητος ὁ πατήρ20. ὢ ποσάκις