76
ἐπὶ τὸν ἑαυτοῦ ἔμετον ἐπανέδραμε, ποσάκις ἐπανέλαβε, ποσάκις ἐξέ βλυσεν. ἆρ' οὖν οὐκ ἐπαχθεῖς καὶ ἡμεῖς τοῖς πολλοῖς γενησόμεθα τῇ ματαιότητι τῶν παρ' αὐτοῦ προφερομένων καὶ τὸν ἡμέτερον λόγον συμπερισύροντες; Καὶ ἴσως τὸ σιωπᾶν ἦν ἐν τοῖς τοιούτοις ἁρμοδιώ τερον· ἀλλ' ἵνα μή τις τῇ περὶ τὸν ἔλεγχον ἀσθενείᾳ καθ υφιέναι νομίσῃ τὸν λόγον, ταῦτα τοῖς εἰρημένοις ἀποκρι 1.1.604 νούμεθα. οὐκ ἔξεστί σοι λέγειν 20υἱοῦ ἀγέννητον20 τὸν πατέρα, κἂν ἡ τοῦ πατρὸς κλῆσις τὸ μὴ ἐξ αἰτίας εἶναι τὸν γεγεννηκότα σημαίνῃ. ὥσπερ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα τὴν τοῦ βασιλέως ἀξίαν ἀκούσαντες δύο ἐκ τοῦ ὀνόματος ἐνοήσαμεν, τό τε ὑποτετάχθαι μηδενὶ τὸν κατ' ἐξουσίαν προέχοντα, καὶ τὸ τῶν ὑποχειρίων κρατεῖν, οὕτω καὶ ἡ τοῦ πατρὸς προσηγορία διπλῆν ἡμῖν ἐπὶ τοῦ θεοῦ τὴν σημασίαν παρέχεται, τήν τε πρὸς τὸν υἱὸν νοουμένην <σχέσιν> καὶ τὸ μηδεμιᾶς αὐτὸν ἐξῆφθαι προεπινοουμένης 1.1.605 αἰτίας. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ βασιλέως εἰπεῖν, ὅτι εἰ τὰ δύο διὰ τῆς αὐτῆς προσηγορίας σημαίνεται, τό τε κρατεῖν τῶν ὑποχειρίων καὶ τὸ μὴ ἔχειν τὸν προηγούμενον, ἔξεστι μὴ ἄρχοντα τοῦ ἔθνους, ἀλλ' ἀβασίλευτον τῶν ὑποτεταγ μένων προσαγορεύειν, οὐδὲ συντιθέντας τὸ τοιοῦτο λέγειν, ὅτι ὥσπερ βασιλεὺς ἔθνους λέγεται, οὕτω καὶ ἀβασίλευτος τοῦ ἔθνους ὀνομασθήσεται, τὸν αὐτὸν τρόπον καὶ τῆς τοῦ πατρὸς φωνῆς τόν τε υἱὸν ἐνδεικνυμένης καὶ τὴν τοῦ ἀγεν νήτου ἔννοιαν παριστώσης οὐκ ἔξεστι μετατιθέντας παρὰ τὸ δέον τὴν σημασίαν τῇ πρὸς τὸν υἱὸν οἰκειότητι γελοίως προσκολλᾶν τοῦ ἀγεννήτου τὴν ἔννοιαν ἐν τῷ λέγειν ὅτι τοῦ 20υἱοῦ ἀγέννητος ὁ ἀγέννητος20. 1.1.606 Ἐπὶ τούτοις δὲ τοῖς εἰρημένοις ὡς ἐπιβὰς τῆς ἀλη θείας καὶ διελέγξας τῶν ἀντιτεταγμένων τὸ ἄτοπον οἷα μεγαλαυχούμενος φθέγγεται. 20καὶ τίς πώποτε20, φησί, 20σωφρονῶν σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδι καίωσε, τὴν δὲ παράνοιαν ἐτίμησεν20; οὐδείς, ὦ σοφώτατε, οὔκουν οὐδὲ ὁ ἡμέτερος λόγος ὁ εἰπὼν τὴν τοῦ ἀγεννήτου προσηγορίαν ταῖς ἐννοίαις συμβαίνειν καὶ δεῖν ταύτην ἔχειν ἐν ταῖς καρδίαις ἀκίνητον, ἀντὶ δὲ τῆς δια στραφείσης παρ' ὑμῶν φωνῆς τὴν τοῦ πατρὸς προσηγορίαν 1.1.607 ἱκανὴν εἶναι καὶ πρὸς ἐκείνην ἄγειν τὴν ἔννοιαν. μνήσθητι γὰρ ὧν αὐτὸς παρέθου ῥημάτων, ὅτι οὐχὶ 20σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδικαίωσε, τὴν δὲ παρά νοιαν20, ὡς αὐτὸς ὀνομάζεις, 20ἐτίμησεν20· ἀλλὰ τὴν προσ ηγορίαν μόνην τοῦ ἀγεννήτου, τοῦτ' ἔστι τὴν ἐν ταῖς συλ λαβαῖς προφοράν, ὡς κακῶς ἐξειλημμένην καὶ ἅμα μηδὲ παρὰ τῆς γραφῆς εἰρημένην ἀκινδύνως σιωπᾶν συμβουλεύει, τὸ δὲ σημαινόμενον καὶ μάλιστα ταῖς ἐννοίαις ἡμῶν συμ βαίνειν φησίν. 1.1.608 Ἀλλὰ τὰ μὲν παρ' ἡμῶν τοιαῦτα. ὁ δὲ τοὺς σοφι στὰς διαβάλλων καὶ τῇ ἀληθείᾳ καθοπλίζων τὸν λόγον καὶ τῶν ἡμετέρων πλημμελημάτων κατηγορῶν οὐκ ἐρυθριᾷ ἐν τοῖς περὶ τῶν δογμάτων λόγοις διὰ σοφισμάτων ἀστεϊ ζόμενος καὶ μιμούμενος τοὺς ἐν τοῖς συμποσίοις διὰ κομ ψευμάτων τινῶν ἐφελκομένους τὸν γέλωτα. θεᾶσθε γὰρ τὸ ἐμβριθὲς καὶ λελογισμένον τῆς τοῦ συλλογισμοῦ συμπλοκῆς· τῶν αὐτῶν γὰρ πάλιν ἐπιμνησθήσομαι. 20εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλα βοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ 1.1.609 πατήρ. παραπλήσιον γὰρ τοῦτο ἐκείνῳ20. ὥσπερ γὰρ εἴ τις τὸν Ἀδὰμ ὀρθῷ καὶ ὑγιαίνοντι λόγῳ μηδὲν δια φέρειν λέγοι ἢ πατέρα πάντων ἀνθρώπων ἢ πρῶτον ἀνθρώ πων ὑπὸ τοῦ θεοῦ πεπλάσθαι λέγειν (ταὐτὸν γὰρ δι' ἑκα τέρων σημαίνεσθαι), εἶτά τις τῶν κατ' αὐτὸν διαλεκτικῶν ἐφαλλόμενος τοῖς εἰρημένοις μιμοῖτο τὴν τοιαύτην πλοκήν, ὅτι εἰ ταὐτόν ἐστιν ἢ πρῶτον αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλάσθαι λέγειν ἢ πατέρα τῶν μετὰ ταῦτα, ἐξέσται καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ πρωτόπλαστον εἰπεῖν· ὁ Ἀδὰμ τοῦ Ἄβελ οὐχὶ πατήρ ἐστιν, ἀλλὰ πρωτόπλαστος· ὥσπερ γὰρ ὁ πρωτόπλαστος υἱοῦ πατήρ, οὕτω τὸ ἔμπαλιν 1.1.610 υἱοῦ πρωτόπλαστος ὁ πατήρ-εἰ ταῦτα ἐν καπηλείῳ λέγοιτο, πόσον