77
γοήτων διανενόηται; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησεν μέν, οὐ τετόλμηκεν δὲ ἐπιχειρῆσαι, ἀλλ' οὐδ' ἐπεχείρησεν μέν, οὐ κατώρθωσεν δέ, 3.6.32 ἑνὶ δὲ ῥήματι καὶ μιᾷ φωνῇ φήσας πρὸς τοὺς ἑαυτοῦ μαθητὰς «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν», ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταί, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν ἐξ αἰῶνος παρ' αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνατρεπτικοί, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί. 3.6.33 Τί δῆτα οὖν τοῖς πάλαι γόησιν πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων ἢ καὶ μετὰ ταῦτα τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ' ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ' οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς, ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπιδεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώποτε παρ' ἀνθρώποις μνημονευθέντα κατώρθωται. ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω. 3.6.34 Πάλιν δ' ἐπὶ τὸν δι' ἐναντίας ἰτέον, ἐρωτητέον τε εἴ ποτε ὀφθαλμοῖς εἶδεν ἢ ἀκοῇ ἔγνω γόητάς τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεώς τε καὶ παρουσίας γοητεύοντας. μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν; οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἱ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσιν θυσίαν προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσιν δουλωθῆναι ὑπομένοντες. 3.6.35 τίς δ' οὐκ οἶδεν, ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; οὕτως ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ' αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ' οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν. 3.6.36 ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ' ἂν τοῖς πονηροῖς πνεύμασιν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ τῇ τῆς προσηγορίας δυνάμει; 3.6.37 ὥσπερ οὖν καὶ πάλαι καθ' ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, μὴ φέροντες αὐτοῦ τὴν παρουσίαν, ἄλλος ἄλλοθεν ἐβόα· «ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»; Ἀνὴρ δὲ ὅλως γοητείᾳ προσέχων τὸν νοῦν, καὶ πάντως γέ που ἀπειρημένοις πράγμασιν ἐγχειρῶν, ἆρ' οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής; τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιωτηρίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύσει, ἀκόλουθα τῇ ἑαυτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους; 3.6.38 εἰ μὲν δὴ τοιαῦτά τινα ἦν ἰδεῖν καὶ περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, οὐδὲν ἂν ἦν εἰπεῖν· εἰ δ' ἐφ' ἑκάστῳ πράγματι καὶ λόγῳ τὸν πάντων δημιουργὸν πατέρα θεὸν ἀνακαλούμενος ἀποδείκνυται καὶ τοὺς φοιτητὰς τοιούτους εἶναι παρασκευάζων, καὶ εἰ σώφρων αὐτὸς καὶ σωφρόνων λόγων διδάσκαλος, καὶ εἰ ποιητὴς καὶ κῆρυξ δικαιοσύνης καὶ ἀληθείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς ἁπάσης