77
ἂν οἴει κρότον καὶ γέλωτα παρὰ τῶν διακωθωνιζο μένων ῥαγῆναι, ἐπικαγχαζόντων τῇ κομψείᾳ τοῦ παρευρέ ματος; τοιούτοις ὁ σοφὸς θεολόγος ἰσχυρίζεται καθ' ἡμῶν τοῖς λόγοις καὶ κατατρέχει τοῦ δόγματος, παιδαγωγοῦ τινος ὄντως καὶ βακτηρίας δεόμενος, ὡς ἂν διδαχθείη ὅτι οὐ πάντα ὅσα κατά τινος κατηγορεῖται πρὸς ἓν πάντως τὸ σημαινόμενον βλέπει, ὡς διὰ τοῦ ῥηθέντος ἡμῖν κατὰ τὸν 1.1.611 Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος δείκνυται. τὸν γὰρ Ἀδὰμ τὸν αὐτὸν καὶ πατέρα τοῦ Ἄβελ καὶ ἔργον τοῦ θεοῦ λέγειν ἀληθές ἐστιν· οὐ μὴν ἐπειδὴ αὐτὸς ἀμφότερα, ἐπὶ τοῦ Ἄβελ τὰ δύο. οὕτω καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἡ τοῦ πατρὸς προσηγορία δηλοῖ μὲν καὶ τὸ ἰδίως ὑπὸ τῆς τοιαύτης φωνῆς σημαινόμενον, τὸ γεγεννηκέναι λέγω τὸν υἱόν, ἐνδείκνυται δὲ καὶ τὸ μηδεμίαν αἰτίαν προεπινοεῖσθαι τοῦ ἀληθῶς πατρός· οὐ μὴν ἐπάναγκες, ὅταν τοῦ υἱοῦ μνησθῶμεν, μὴ πατέρα υἱοῦ λέγειν, ἀλλ' ἀγέννητον υἱοῦ προσαγορεύειν· οὐδ' αὖ πάλιν εἰ πρὸς τὴν τοῦ υἱοῦ σχέσιν τὸ ἄναρχον σιωπηθείη, ἐκβάλλειν τῆς διανοίας ἡμῶν ἐπὶ τοῦ θεοῦ τὸ ἀγέννητον. ἀλλ' ἀπωθεῖται τὴν τοιαύτην χρῆσιν τῶν ὀνομάτων καὶ κατὰ τοὺς μίμους τῶν γελοίων διαχλευάζει τὸν λόγον τῷ ἀλλοκότῳ τῶν σοφισμάτων γελω τοποιῶν ἐν τοῖς δόγμασι. 1.1.612 Πάλιν γὰρ τῶν παρ' αὐτοῦ ῥηθέντων ἐπιμνησθήσομαι. 20εἰ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ20. ἀλλ' ἀντιγελάσωμεν εἰ δοκεῖ καὶ 1.1.613 ἡμεῖς, εἰς τοὐναντίον αὐτῷ περιαγαγόντες τὸ σόφισμα. εἰ οὐκ ἔστι ταὐτὸν ὁ πατὴρ τῷ ἀγεννήτῳ, ὁ τοῦ πατρὸς υἱὸς οὐκ ἔσται καὶ τοῦ ἀγεννήτου υἱός. πρὸς γὰρ τὸν πατέρα μόνον τὴν σχέσιν ἔχων ἀλλοτρίως πάντως ἕξει κατὰ τὴν φύσιν πρὸς τὸν ἄλλο τι ὄντα καὶ τῇ ἐννοίᾳ τοῦ πατρὸς μὴ 1.1.614 συμβαίνοντα· ὥστε εἰ ἄλλο τι παρὰ τὸν ἀγέννητόν ἐστιν ὁ πατὴρ καὶ οὐ περιλαμβάνει τοῦ πατρὸς ἡ προσηγορία καὶ τοῦ ἀγεννήτου τὸ σημαινόμενον, οὐ δύναται εἷς ὢν ὁ υἱὸς εἰς δύο πραγμάτων σχέσεις καταμερίζεσθαι, καὶ ὁ αὐτὸς εἶναι τοῦ τε πατρὸς καὶ τοῦ ἀγεννήτου υἱός· καὶ ὡς ἄτοπον ἐνομίσθη υἱοῦ ἀγέννητον τὸν θεὸν λέγειν, οὕτω πάντως καὶ ἐν τῷ ἀντιστρέφοντι τὸ ἴσον ἄτοπον εὑρεθήσεται τοῦ ἀγεννήτου υἱὸν <τὸν> μονογενῆ λέγειν· ὥστε τῶν δύο τὸ ἕτερον, ἢ ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ὁ πατήρ, ἵνα ὁ τοῦ πατρὸς υἱὸς καὶ τοῦ ἀγεννήτου υἱὸς ᾖ, καὶ μάτην ἡμῶν διεχλευάσθη ὁ λόγος, ἢ εἰ ἕτερόν τι παρὰ τὸ ἀγέννητόν ἐστιν ὁ πατήρ, ὁ τοῦ πατρὸς υἱὸς τῆς πρὸς τὸ ἀγέννητον σχέσεως ἠλλο 1.1.615 τρίωται. καὶ ἐὰν τοῦτο κρατήσῃ, μὴ ἐκ τοῦ ἀγεννήτου εἶναι τὸν μονογενῆ, γεννητὸν αὐτῷ πάντως ἡ ἀκολουθία τοῦ λόγου τὸν πατέρα ἐνδείξεται· τὸ γὰρ ὂν μὲν μὴ ἀγεννήτως δὲ ὂν γεννητὴν πάντως ὑπόστασιν ἔχει. εἰ οὖν γεννητὸς ὁ πατὴρ κατ' ἐκείνους ἄλλο τι ὢν παρὰ τὸν ἀγέννητον, ποῦ ἡ πολυθρύλητος ἀγεννησία ἐκείνη; ποῦ ἡ κρηπὶς καὶ ἡ 1.1.616 ὑποβάθρα τῆς αἱρετικῆς πυργοποιΐας; οἴχεται καὶ ἠφά νισται διὰ τοῦ γλίσχρου τῶν σοφισμάτων ἐκ τῶν κατέχειν τέως δοκούντων διολισθῆσαν τῆς λαβῆς τὸ ἀγέννητον, καὶ ἡ τοῦ ἀνομοίου κατασκευὴ καθάπερ τι ὄναρ διαρρυεῖσα τοῦ λόγου τὴν ἐπαφὴν διαπέφευγε τῷ ἀγεννήτῳ συναποπτᾶσα. οὕτως ὅταν τι ψεῦδος ᾖ πρὸ τῆς ἀληθείας τιμώμενον, κἂν πρὸς ὀλίγον διὰ τῆς ἀπάτης ἀνθήσῃ, ταχέως περὶ ἑαυτὸ καταρρεῖ καὶ ταῖς ἰδίαις κατασκευαῖς διαλύεται. 1.1.617 Ἀλλὰ ταῦτα μέν, ὅσον ἐπιμειδιᾶσαι τῇ κομψείᾳ τῆς τοῦ ἀνομοίου ἀνταποδόσεως, καὶ παρ' ἡμῶν προενήνεκται. 1.1.618 καιρὸς δ' ἂν εἴη πάλιν ἐπαναγαγεῖν ἐπὶ τὴν ἀκολου θίαν τὸν λόγον. οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ πολὺ τοῦτο παρὰ τῶν μαθητῶν αὐτοῦ τὸ ἐρώτημα ὅτι, 1.1.619 ὁ ὢν πῶς γεννᾶται; αἴτιον δὲ τούτου οἶμαι τὸ μὴ ἐθέλειν τῆς ἀνθρωπίνης χρήσεως τῶν ὀνομάτων καὶ ἐπὶ τῶν θείων διανοημάτων ἀφίστασθαι. ἀλλ' ἡμεῖς εὐνοϊκῶς αὐτῷ τὸ πεπλανημένον τῆς ὑπονοίας εἰς τὸ εὐθὲς