78
καὶ θεοσεβείας εἰσηγητὴς τοῦ παμβασιλέως θεοῦ, πῶς οὐχ ἕπεται τούτοις τὸ μηδὲν μὲν ἡγεῖσθαι κατὰ γοητείαν αὐτὸν τῶν παραδόξων πεποιηκέναι, δυνάμει δ' ἀπορρήτῳ καὶ ὡς ἀληθῶς ἐνθέῳ συνομολογεῖν; 3.6.39 Ἀλλ' εἰς τοσοῦτον ἐλαύνεις ἀπηνείας, ὡς μὴ λογισμοῖς σώφροσιν λόγων τε ἀκολουθίᾳ προσέχειν τὸν νοῦν, μηδὲ πείθεσθαι τοῖς εἰκόσι τεκμηρίοις, ὑπονοῶν τάχα που τοὺς λέγοντας ἡμᾶς. ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σωτῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ' εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ' ἂν γένοιτό σοι τούτων ἀξιόπιστος ὁμολογία μᾶλλον τῆς τοῦ καθ' ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν οἷς ἐπέγραψεν· «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ἐν τρίτῳ συγγράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ λέξιν· 3.7.1 «Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ' ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσιν.» καὶ ὑποβὰς ἐπιλέγει· «περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστιν θεός, φησίν· Ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται· ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη ψυχή· εὐσεβέστατον ἄρα ἔφη αὐτόν, καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων εὐσεβῶν, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη, ἔχρησεν· Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται· ψυχὴ δ' εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει», 3.7.2 καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς· «αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.» 3.7.3 Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ' οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ καὶ παρὰ τοῖς σαὐτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ' εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἁψίδων οἰκήτορα. 3.7.4 ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι μᾶλλον δ' ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πᾶσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα; 3.7.5 Καὶ σὺ δ' ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο, τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος, ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον. 3.7.6 διανοηθεὶς γάρ, ὃ μηδεὶς πώποτε, νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, ὡς εἰκός τινα παραλογώτατα ταῦτ' αὐτὸν πεποιηκέναι νομίσαι. 3.7.7 πῶς γάρ; οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ' ἂν πλήθει διειλέχθησαν οἱ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ' ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησιν· «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»· 3.7.8 ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς τηλικούτων θαυμάτων ποιητής, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων» φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένος ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδείξας τῆς αὐτοῦ διδασκαλίας. 3.7.9 Καὶ τίς οὐκ ἂν