78
προαγάγωμεν, 1.1.620 εἰπόντες ἃ περὶ τούτου γινώσκομεν. ἄλλα σημαίνει παρ' ἡμῖν, ὦ Εὐνόμιε, τὰ ὀνόματα, καὶ ἑτέραν ἐπὶ τῆς ὑπερκει μένης δυνάμεως τὴν σημασίαν παρέχεται. καὶ γὰρ καὶ ἐν τοῖς λοιποῖς πᾶσι πολλῷ τῷ μέσῳ ἡ θεία φύσις ἀπὸ τῆς ἀνθρωπίνης διατετείχισται, καὶ οὐδὲν ἐνταῦθα τοιοῦτον ἡ πεῖρα δείκνυσιν, ὅσον ἐν ἐκείνῃ στοχασμοῖς τισι καὶ ὑπο νοίαις εἰκάζεται. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις, κἂν ὁμωνυμία τις ᾖ τῶν ἀνθρω πίνων πρὸς τὸ ἀΐδιον, ἀλλὰ κατὰ τὸ μέτρον τῆς τῶν φύ σεων ἀποστάσεως καὶ τὰ σημαινόμενα διὰ τῶν ὀνομάτων 1.1.621 κεχώρισται. οἷον οἰκοδεσπότην ἄνθρωπον διὰ τῆς παρα βολῆς τὸν θεὸν ὀνομάζει ὁ κύριος· ἀλλὰ πολὺ τοῦτο καὶ ἐν τῷ βίῳ τὸ ὄνομα. ἆρ' οὖν ὁ αὐτὸς λόγος τοῦ καθ' ἡμᾶς ἀνθρώπου καὶ τοῦ ἀνθρώπου ἐκείνου, καὶ τοιοῦτος ὁ ἡμέτερος οἶκος οἵα ἡ μεγάλη οἰκία ἐκείνη, καθώς φησιν ὁ ἀπόστολος, ἐν ᾗ τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ ὅσα τῆς λοιπῆς ὕλης ἠρίθμηται; ἢ ἄλλα μὲν ἐκεῖνα ἃ οὐδ' ἂν ἐπιγνοίη τις εὐκόλως, ἐν ἀφθαρσίᾳ καὶ μακαριό τητι θεωρούμενα, ἄλλα δὲ τὰ παρ' ἡμῖν ἐκ γῆς ὄντα καὶ 1.1.622 εἰς γῆν καταρρέοντα; ὡσαύτως δὲ καὶ ἐν τοῖς λοιποῖς πᾶσι σχεδὸν ὁμωνυμία τίς ἐστι πρὸς τὰ θεῖα τῶν ἡμετέρων πραγμάτων, ἐν τῇ ταὐτότητι τῶν ὀνομάτων πολὺ τὸ διά φορον τῶν σημαινομένων ἐνδεικνυμένη. διὸ καὶ τὰ τῶν μελῶν καὶ τὰ τῶν αἰσθητηρίων ὀνόματα παραπλησίως ἔστιν εὑρεῖν ὥσπερ ἐφ' ἡμῶν οὕτω καὶ ἐπὶ τῆς θείας τεταγμένα ζωῆς, ἣν ὑπὲρ αἴσθησιν εἶναι πάντες ὁμολογοῦσιν ἄνθρωποι. δάκτυλοι καὶ βραχίων καὶ χεὶρ ὀφθαλμός τε καὶ βλέφαρα καὶ ἀκοὴ καὶ καρδία καὶ πόδες καὶ ὑποδήματα καὶ ἵπποι καὶ ἱππασίαι καὶ ἅρματα καὶ μυρία τοιαῦτα ἐκ τοῦ ἀνθρωπίνου βίου πρὸς τὴν τῶν θείων δήλωσιν δι' αἰνίγματος 1.1.623 ὑπὸ τῆς γραφῆς μετενήνεκται. ὥσπερ τοίνυν ἕκαστον τού των τῶν ὀνομάτων καὶ ἀνθρωπίνως λέγεται καὶ οὐκ ἀνθρω πίνως σημαίνεται, οὕτω καὶ τὸ τοῦ πατρὸς ὄνομα κἂν ὡσαύτως ἐπί τε τῆς ἡμετέρας καὶ ἐπὶ τῆς θείας λέγηται φύσεως, ἀλλὰ κατὰ τὸ μέτρον τῆς διαφορᾶς τῶν ἐν τοῖς ὀνόμασιν ὑποκειμένων καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα τὴν παραλλαγὴν ἔχει. 1.1.624 Ἄλλως γὰρ νοοῦμεν ἐπ' ἀνθρώπων τὴν γέννησιν καὶ ἄλλως περὶ τῆς θείας γεννήσεως στοχαζόμεθα. ὁ ἄν θρωπος ἐν χρόνῳ τίκτεται καὶ τόπος τις αὐτῷ πάντως τὴν 1.1.625 ζωὴν ὑποδέχεται, ὧν ἄνευ συστῆναι φύσιν οὐκ ἔχει. διὰ τοῦτο τοίνυν τὰ χρονικὰ τμήματα περὶ τὴν τοῦ ἀνθρώπου ζωὴν ἀναγκαίως εὑρίσκεται, τὸ πρὸ αὐτοῦ λέγω καὶ τὸ κατ' αὐτὸν καὶ τὸ μετὰ τοῦτο. ἀληθὲς γάρ ἐστιν εἰπεῖν περί τινος τῶν γεγενημένων ὅτι ποτὲ μὴ ὢν νῦν ἔστι, καὶ μέντοι καί ποτε πάλιν τοῦ εἶναι παύσεται· ἐπὶ δὲ τῆς προαιωνίου γεννήσεως τὰ χρονικὰ ταῦτα νοήματα ἅτε μηδὲν ἔχοντα συγγενὲς πρὸς ἐκείνην τὴν φύσιν τοῖς νηφόντως λογιζομένοις οὐ συνεισέρχεται. τὸ γὰρ ποτὲ καὶ τὸ ὕστερον καὶ τὸ πρό τερον, καὶ ὅσα τὴν χρονικὴν ταύτην παράτασιν ἀποσημαίνει, διαβὰς ὁ τὴν θείαν ζωὴν λογιζόμενος ὑψηλῶς τὰ ὑψηλὰ κατασκέψεται, καὶ οὐχ ὅσα περὶ τὴν ἀνθρωπίνην γέννησιν βλέπει, τούτοις νομίσει δουλεύειν καὶ τὴν ἀδέσποτον φύσιν. 1.1.626 ἐνταῦθα πάθος προηγεῖται τῆς ἀνθρωπίνης συστάσεως, καὶ σωματικαί τινες ἀφορμαὶ πρὸς τὴν τοῦ ζῴου κατασκευὴν καταβάλλονται, καὶ ὑπόκειται κατὰ τὸ θεῖον βούλημα ἡ τὰ τοιαῦτα θαυματοποιοῦσα φύσις πανταχόθεν τὸ οἰκεῖόν τε καὶ κατάλληλον εἰς τὴν τοῦ γινομένου τελείωσιν ἐρανίζουσα, τῶν τε τοῦ κόσμου στοιχείων ὅσον ἱκανὸν ἀφ' ἑκάστου καὶ τῆς ὑπὸ τοῦ χρόνου συνεργίας τὸ μέτριον καὶ τῆς ἐκ τῶν διαπλασσόντων τὸ τικτόμενον τροφῆς, ὅσον οἰκεοῖν τῷ πλασ σομένῳ γίνεται, καὶ συνελόντι φάναι διὰ πάντων χωροῦσα ἡ φύσις, δι' ὧν ἡ ἀνθρωπίνη ζωὴ τὴν κατασκευὴν ἔχει, οὕτως εἰς γέννησιν τὸ μὴ ὂν ἄγει, καὶ διὰ τοῦτο μὴ ὂν γίνεσθαι λέγομεν, ὅτι τὸ ἔν τινι χρόνῳ μὴ ὂν ἐν ἄλλῳ 1.1.627 χρόνῳ τοῦ εἶναι ἄρχεται. ἐπὶ δὲ τῆς θείας γεννήσεως ἡ ἔννοια τήν τε τῆς φύσεως ὑπηρεσίαν καὶ τὴν τοῦ χρόνου τελείωσιν πρὸς τὴν τοῦ γινομένου συνεισφοράν, καὶ πάντα ὅσα περὶ τὴν κάτω γέννησιν ὁ λόγος ἐθεώρησεν, οὐ προσ ίεται καὶ οὐδενὶ τῶν ταπεινῶν νοημάτων