79
ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς μὴ νομοθέτης μὴ φιλόσοφος μὴ Ἕλλην μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ' οὐδ' εἰς φαντασίαν ἐλθὼν τοῦ παραπλησίου; ἀγαπητὸν γὰρ ἑκάστῳ ἦν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ' ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἷός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνήν, αὐτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη». 3.7.10 καὶ πῶς, εἶπον ἂν οἱ μαθηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ' ἡμῖν ἔσται δυνατόν; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δ' Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ; 3.7.11 Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδούς, καὶ εἴ τινα βαρβάρων γένοιτο ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστασθαι, ἕνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσιν τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστιν τοῦ τολμήματος; 3.7.12 ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατορθώσειν «τῷ ὀνόματί μου»· οὐ γὰρ δὴ ἁπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς «ἐν τῷ ὀνόματι αὐτοῦ». 3.7.13 ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν, ὡς φάναι τὸν ἀπόστολον, ὅτι δὴ «ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη τῷ ὀνόματί μου». 3.7.14 εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον εἰπών· «δεῖ γὰρ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν». ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἱ παρόντες ἤκουον μόνοι. πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ' αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι, συλλογιζομένῳ σοι ὁμολογεῖν ἀνάγκη. 3.7.15 προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷ νεύματι κατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκήρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσιν, καὶ βάρβαροι καὶ Ἕλληνες τὰς περὶ τοῦ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον. 3.7.16 Καίτοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως, τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτα ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐτοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας; 3.7.17 ἀλλὰ μὴν οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυχοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λόγοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγών, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου; 3.7.18 εἰ μὲν γάρ, τοῦτον ἐπικρυψάμενοι καὶ μὴ ὁμολογοῦντες εἰς πάντας, οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον λέγω δὲ τὰς