79
συνεμπεσεῖται ὁ μὴ σαρκικαῖς διανοίαις τῶν θείων μυστηρίων ἐπιβατεύων, ἀλλὰ ζητεῖ τινα διάνοιαν τῷ μεγαλείῳ τοῦ σημαινομένου 1.1.628 πρέπουσαν· οὔτε γὰρ πάθος περὶ τὸν ἀπαθῆ νοήσει οὔτε συνεργίας φυσικῆς τὸν δημιουργὸν πάσης φύσεως ἐπιδεῖσθαι λογίσεται οὔτε χρονικὴν παράτασιν ἐπὶ τῆς αἰωνίου ζωῆς παραδέξεται, ἀλλὰ πάντων τούτων καθαρεύουσαν τὴν θείαν γέννησιν κατανοήσας μόνον τὸ μὴ ἀνάρχως εἶναι διὰ τῆς τοῦ πατρὸς σημασίας τὸν μονογενῆ δηλοῦσθαι συνθήσεται, ὡς τὴν αἰτίαν μὲν ἐκεῖθεν ἔχειν τοῦ εἶναι, ἀρχὴν δὲ τῆς ὑποστάσεως μὴ λογίζεσθαι, διὰ τὸ μὴ δύνασθαί τι ση 1.1.629 μεῖον τοῦ ζητουμένου κατανοῆσαι. τοῦ γὰρ προγενεστέρου καὶ τοῦ νεωτέρου καὶ πάντων τῶν τοιούτων νοημάτων ἐν τοῖς χρονικοῖς διαστήμασιν εὑρισκομένων, ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸν χρόνον, πάντα συνυφῄρηται τὰ τοιαῦτα σημεῖα καὶ συνυπεσπάσθη μετὰ τοῦ χρόνου. 1.1.630 Ἐπεὶ οὖν τὸ "1ποτέ"2 οὐ προσίεται ὁ πρὸ τῶν αἰώνων κατὰ τὸν ἄφραστον λόγον τῷ πατρὶ συνών, γεννητὸς μὲν ἐστίν, οὐ μήν ποτε τοῦ εἶναι ἄρχεται· οὔτε γὰρ ἐν χρόνῳ οὔτε ἐν τόπῳ τὴν ζωὴν ἔχει. ἐξαιρεθέντος δὲ καὶ τόπου καὶ χρόνου καὶ παντὸς τοιούτου διανοήματος ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, τὸ πρὸ ἐκείνου νοούμενον ὁ πατήρ ἐστι μόνος. ἀλλ' ἐν τούτῳ καὶ ὁ μονογενὴς ὤν, καθὼς αὐτὸς ἐκεῖνός φησι, τὴν τοῦ ποτὲ μὴ εἶναι ὑπόνοιαν δέ 1.1.631 ξασθαι φύσιν οὐκ ἔχει. εἰ μὲν γάρ ποτε οὐκ ἦν καὶ ὁ πατήρ, ἀναγκαίως τῇ τοῦ πατρὸς ἀνυπαρξίᾳ καὶ ἡ τοῦ υἱοῦ ἀϊδιότης ἐπὶ τὸ ἄνω συναπεκόπτετο. εἰ δὲ ἀεί ἐστιν ὁ πατήρ, πῶς ὁ υἱός ποτε οὐκ ἔστιν ὁ μὴ δυνάμενος ἐφ' ἑαυτοῦ χωρὶς τοῦ πατρὸς νοηθῆναι, ἀλλὰ κατὰ τὸ σιωπώ 1.1.632 μενον ἀεὶ τῷ πατρὶ συνονομαζόμενος; ἡ γὰρ τοῦ πατρὸς κλῆσις ἐπίσης τῶν δύο προσώπων ἐν ἑαυτῇ τὴν ἐπισημασίαν ἔχει, αὐτομάτως τῆς περὶ τοῦ υἱοῦ ἐννοίας τῇ φωνῇ ταύτῃ συνεισιούσης. πότε οὐκ ἦν ὁ υἱός; ἐν τίνι τὸ μὴ εἶναι αὐτοῦ κατελήφθη; ἐν τόπῳ; τόπος οὐκ ἦν· ἐν χρόνῳ; πρὸ χρόνων ὁ κύριος. εἰ οὖν πρὸ τούτων ἦν, πότε οὐκ ἦν; καὶ εἰ ἐν τῷ πατρὶ ἦν, ἐν τίνι οὐκ ἦν, εἴπατε οἱ τὰ ἀθέατα 1.1.633 βλέποντες. τί διὰ μέσου ὁ λογισμὸς ὑμῶν ἀνετυπώσατο; τί καινὸν τοῦ μονογενοῦς ἐνοήσατε ἢ πρᾶγμα ἢ νόημα, ὃ τῷ πατρὶ συμπαρεκτεινόμενον περισσοτέραν αὐτοῦ τὴν ζωὴν τοῦ μονογενοῦς ἀποδείκνυσι; 1.1.634 Καὶ τί τοῦτο λέγω; οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων κυρίως ἔστιν εἰπεῖν, ὅτι οὐκ ὤν τις ἐγεννήθη. Λευῒς γὰρ πρὸ πολλῶν γενεῶν τῆς κατὰ σάρκα ἑαυτοῦ γεννήσεως ὑπὸ τοῦ Μελχισεδὲκ δεδεκάτωται· οὕτω γάρ φησιν ὁ ἀπόστολος, ὅτι Λευῒς ὁ τὰς δεκάτας λαμβάνων δεδεκάτωται, καὶ τὴν ἀπόδειξιν τοῖς λεγομένοις ἐπήγαγεν, ὅτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν ὅτε Ἀβραὰμ τῷ ἱερεῖ τοῦ ὑψίστου συνήν 1.1.635 τησεν. εἰ οὖν ἄνθρωπος τρόπον τινὰ ὢν γεννᾶται, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν διὰ τοῦ κοινοῦ τῆς οὐσίας ἐν τῷ γεγεννηκότι αὐτὸν προϋφεστώς, πῶς ἐπὶ τῆς θείας φύ σεως τὴν φωνὴν ταύτην τολμῶσι προφέρειν, ὅτι οὐκ ὢν ἐγεννήθη ὁ ἐν τῷ πατρὶ ὤν, καθώς φησιν ὁ κύριος· Ἐγὼ 1.1.636 ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, κατ' ἄλλην δηλαδὴ καὶ ἄλλην ἐπίνοιαν ἑκάτερος ἐν τῷ ἑτέρῳ εἶναι λεγόμενος, ὁ μὲν υἱὸς ἐν τῷ πατρί, ὡς τὸ ἐπὶ τῆς εἰκόνος κάλλος ἐν τῇ ἀρχετύπῳ μορφῇ, ὁ δὲ πατὴρ ἐν τῷ υἱῷ, ὡς ἐν τῇ εἰκόνι ἑαυτοῦ τὸ πρωτότυπον κάλλος. ἀλλ' ἐπὶ μὲν τῶν χειροκμήτων εἰκόνων ὁ διὰ μέσου χρόνος τὴν μεταλη φθεῖσαν μορφὴν ἀπὸ τοῦ πρωτοτύπου πάντως διΐστησιν, ἐκεῖ δὲ οὐκ ἔστι χωρίσαι τοῦ ἑτέρου τὸ ἕτερον, καθώς φησιν ὁ ἀπόστολος, οὔτε τῆς ὑποστάσεως τὸν χαρακτῆρα οὔτε τῆς θείας δόξης τὸ ἀπαύγασμα οὔτε τῆς ἀγαθότητος τὴν εἰ κόνα, ἀλλ' ὁ τούτων τι διανοηθεὶς συνημμένως καὶ τὸ μετ' 1.1.637 αὐτοῦ νοούμενον τῇ διανοίᾳ συμπαρεδέξατο. ὢν γάρ, φη σίν, ἀπαύγασμα τῆς δόξης, ὤν, οὐχὶ γενόμενος, ὡς σαφῶς διὰ τούτου τὸ ἐφ' ἑκάτερα τῶν ὑπολήψεων ἀσεβὲς ἀποπέμ ψασθαι καὶ μήτε ἀγέννητον οἰηθῆναι τὸν μονογενῆ, διὰ τοῦ εἰπεῖν ἀπαύγασμα τῆς δόξης· ἐκ γὰρ τῆς δόξης ἐστὶ τὸ ἀπαύγασμα, καὶ οὐ τὸ ἔμπαλιν ἀπὸ τούτου ἡ δόξα· μήτε ὅτι ποτὲ τοῦ εἶναι ἤρξατο· ἡ γὰρ τοῦ ὢν μαρτυρία τὸ διηνεκὲς τοῦ υἱοῦ καὶ ἀΐδιον καὶ τὸ