1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

80

θαυματουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φιλοσόφους διδασκαλίας αὐτοῦ, οὐδ' οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέσθαι τοὺς ἀκούοντας ξενοφωνουμένους καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ' ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν· πλὴν ἀλλ' ἔδοξεν ἂν πιθανώτερον λέγεσθαι τὰ εἰρημένα. 3.7.19 νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἷα θεόν, τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν, τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως; 3.7.20 τίς δ' οὕτως ἠλίθιος ὑπῆρχεν, ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἦν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ' ἂν λέγουσιν χρῆναι δεῖν τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὐτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυ ρωθέντος παρηγγελμένοις; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα. 3.7.21 ἐγὼ μὲν οὖν ἐξετάζων παρ' ἐμαυτῷ φιλαλήθως τὸν λόγον, οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν οὐδ' ἀξιόπιστον, ἀλλ' οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἕνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι ... 3.7.22 Ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ' ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ' αὐτῆς λέγω τῆς Ῥωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ' ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσιν, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίου ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς· «μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». 3.7.23 τοῦτο δ' οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι' 3.7.1 ἐπιλέγει· «περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστιν θεός, φησίν· Ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται· ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη ψυχή· εὐσεβέστατον ἄρα ἔφη αὐτόν, καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων εὐσεβῶν, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη, ἔχρησεν· Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται· ψυχὴ δ' εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει», 3.7.2 καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς· «αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.» 3.7.3 Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ' οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ καὶ παρὰ τοῖς σαὐτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ' εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἁψίδων οἰκήτορα. 3.7.4 ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι μᾶλλον δ' ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πᾶσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα; 3.7.5 Καὶ σὺ δ' ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο, τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ