80
πάσης χρονικῆς 1.1.638 σημασίας ὑπερκείμενον ἑρμηνεύει. ὥστε τίνα καιρὸν ἔχει τὴν μικροπρεπῆ ταύτην ἐρώτησιν ἐπὶ λύμῃ τῆς εὐσεβείας παρὰ τῶν ἐναντίων προφέρεσθαι, ἣν ὡς ἄμαχον ἡμῖν εἰς κατασκευὴν τοῦ οἰκείου προβάλλονται <δόγματος> διερω 1.1.639 τῶντες εἰ ὁ ὢν γεννᾶται; πρὸς οὓς ἔστιν εὐθαρσῶς ἀπο κρίνασθαι, ὅτι ὁ ἐν τῷ ἀγεννήτῳ ὢν ἐξ αὐτοῦ ἐγεννήθη, τὴν μὲν αἰτίαν τοῦ εἶναι ἐκεῖθεν ἔχων (Ἐγὼ γάρ, φησί, ζῶ διὰ τὸν πατέρα) τὴν δ' ἀρχὴν οὐκ ἔστιν εἰπεῖν ὅτε. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος προστάγματος ἢ διανοήματος ἢ χρονικοῦ διαστήματος, ᾧ διακρίνεται καὶ διαχωρίζεται τὸ εἶναι τοῦ υἱοῦ ἀπὸ τοῦ πατρός, οὐδὲν ἐπινοεῖται σημεῖον ἀφ' οὗ ὁ μονογενὴς τῆς τοῦ πατρὸς ζωῆς διαζευχθεὶς ἔκ 1.1.640 τινος ἰδιαζούσης ἀρχῆς ἀναφαίνεται. εἰ οὖν οὐδεμία ἐστὶν ἄλλη ἀρχή, ἥτις τοῦ υἱοῦ τῆς ζωῆς ἡγεμονεύει, ἀλλὰ μόνον τὸν πατέρα ὁ εὐσεβὴς λόγος τῆς ὑποστάσεως τοῦ υἱοῦ προ θεωρεῖ ἀδιαστάτως, ὁ πατὴρ δὲ ἄναρχος καὶ ἀγέννητος, καθὼς καὶ ἡ τῶν ὑπεναντίων συνομολογεῖ μαρτυρία, πῶς ἀρχὴν τοῦ εἶναι λαμβάνει ὁ τῷ ἀνάρχῳ ἐνθεωρούμενος; 1.1.641 τί δὲ βλάπτεται τῆς εὐσεβείας ὁ λόγος ἐκ τοῦ συντίθεσθαι ταῖς τῶν ἐναντίων φωναῖς, ἃς ὡς ἀτόπους προτείνονται λέ γοντες εἰ ὁ ὢν ἐγεννήθη; οὐδὲ γὰρ τοῦτό φαμεν, ὅτι κατὰ τὴν ῥυπαρὰν τοῦ Νικοδήμου πρὸς τὸν κύριον ἐπαπόρησιν, καθ' ἣν ᾤετο μὴ εἶναι δυνατὸν ἐκεῖνος εἰς δευτέραν γέν νησιν τὸν ὄντα ἐλθεῖν, οὕτως ὁ ὢν τὴν γέννησιν δέχεται, ἀλλ' ὅτι τοῦ ἀεὶ καὶ ἀνάρχως ὄντος ἐξημμένον ἑαυτοῦ τὸ εἶναι ἔχων καὶ τῷ τὰ πρεσβύτερα πολυπραγμονοῦντι συναν ιὼν καὶ εἰς τὸ ὑπερκείμενον τῆς πολυπραγμοσύνης τοῦ νοῦ προλαμβάνων καὶ πάσαις ταῖς περὶ τοῦ πατρὸς ἐννοίαις συγκεκραμένος, οὔτε τοῦ εἶναι ἄρχεται οὔτε ἀγέννητός ἐστιν, ἀλλὰ καὶ ἐγεννήθη καὶ ἦν, τῷ μὲν τῆς αἰτίας λόγῳ τὴν ἐκ τοῦ πατρὸς γέννησιν ὁμολογῶν, τῷ δὲ ἀϊδίῳ τῆς ζωῆς τὸ ποτὲ μὴ εἶναι οὐ προσιέμενος. 1.1.642 Ἀλλ' ἀντιβαίνει τοῖς εἰρημένοις ὁ τὰ περισσὰ σοφι ζόμενος καὶ διασχίζει τῆς τοῦ πατρὸς φύσεως τοῦ μονο γενοῦς τὴν οὐσίαν, διότι ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστι· καὶ τοσούτων ὄντων τῶν ὀνομάτων τῶν εὐσεβῶς περι θεωρουμένων τῇ θείᾳ φύσει, ἐν οἷς οὐδεμία παραλλαγὴ τοῦ πατρὸς πρὸς τὸν υἱὸν καθορᾶται, πάντων δὲ κατὰ τὸ ἴσον ἀμφοτέροις ἐφαρμοζόντων, οὐδενὸς τῶν ἄλλων ἐπιμνη σθεὶς δι' ὧν τὸ κοινὸν γνωρίζεται, μόνῳ τῷ ὀνόματι τῆς ἀγεννησίας προσφύεται· καὶ οὐδὲ ταύτης τὴν συνήθη καὶ νενομισμένην ἔμφασιν δέχεται, ἀλλὰ καινοτομεῖ τοῦ ἀγεν νήτου τὴν ἔννοιαν, τὰς κοινὰς περὶ τῆς φωνῆς ταύτης ὑπο 1.1.643 λήψεις παραγραφόμενος. τί ποτ' οὖν ἐστι τούτων τὸ αἴτιον; οὐδὲ γὰρ ἄνευ μεγάλης τινὸς αἰτίας τῆς μὲν συνήθους τῶν ὀνομάτων ἐμφάσεως τὸν λόγον ἀφίστησι, ξενίζει δὲ τῇ παραλλαγῇ τῆς τῶν φωνῶν σημασίας. οἶδεν ἀκριβῶς ὅτι εἰ μὲν ἐπὶ τῆς συνηθείας φυλαχθείη τῶν ὀνομάτων ἡ χρῆσις, οὐδεμίαν ἰσχὺν εὑρήσει πρὸς ἀνατροπὴν τοῦ ὑγιαί νοντος δόγματος, εἰ δὲ τῶν κοινῶν καὶ νενομισμένων δια νοημάτων παρακινηθείη τὰ ῥήματα, τῇ περὶ τὴν φωνὴν κακοτροπίᾳ ῥᾳδίως δύνασθαι συγκακουργήσειν τὰ δόγματα. 1.1.644 οἷον (ἐπ' αὐτῶν γὰρ διέλθωμεν τῶν ἀδικουμένων ῥημάτων) εἰ κατὰ τὴν κοινὴν τῶν δογμάτων ὑπόληψιν διὰ τὸ μὴ γεγεννῆσθαι ἀγέννητον λέγεσθαι τὸν θεὸν κατεδέξατο, διέ πεσεν ἂν ὅλον αὐτοῖς τὸ μηχάνημα τῆς αἱρέσεως, ὑπο 1.1.645 σπασθέντος τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος. εἰ γὰρ ἐπείσθη διὰ τῆς ἀκολουθίας ταύτης καθ' ὁμοιότητα πάν των σχεδὸν τῶν εἰς ἐκκλησίαν θεοῦ συντελούντων ὥσπερ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀσώματον, οὕτω καὶ ἀγέννητον νοεῖσθαι τὸν ἐπὶ πάντων θεόν, δι' ἑκάστου τῶν ὀνομάτων τὸ μηδαμῶς προσὸν τῷ θεῷ σημαίνεσθαι συντιθέμενος, μὴ σῶμα μὴ πάθος μὴ χρῶμα μὴ τὸ ἐξ αἰτίας ἔχειν τὸ εἶναι, εἰ ταῦτα οὕτως ἔχειν ὑπέλαβεν, οὐδεμίαν ἔσχεν ἂν δύναμιν ὁ τῆς ἀνομοιότητος λόγος αὐτῶν, ἐν τοῖς λοιποῖς πᾶσιν, ὅσα περὶ τὸν τῶν ὅλων θεὸν θεωρεῖται, συγχωρούντων καὶ τῶν ἐναντίων τῷ μονογενεῖ πρὸς τὸν πατέρα τὸ ὅμοιον. 1.1.646 Ἀλλ' ἵνα μὴ τοῦτο γένηται, πάντων