1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

80

κἂν μὴ λέγῃ. Ἡ γὰρ τοῦ καλοῦ κρίσις ἡμῖν, κἂν εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἔλθωμεν, ἀδέκαστος καθέστηκεν, οὐ παρακλινομένη. Ἢ διὰ τί τὸν Κύριον ἡμῶν οἴει τὸν Χριστὸν ταῦτα λέγειν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; οὐκ ἐπειδὴ ὅσῳ ἐάν τις μακρόθυμος γένηται, τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκεῖνον ὠφέλησεν ὠφέλειαν τὴν μεγίστην; ∆ιὰ τοῦτο στρέφειν καὶ τὴν ἄλλην προσέταξεν, ἵνα ἐμπλήσῃ τὴν ἐπιθυμίαν τοῦ θυμουμένου. Τίς γὰρ οὕτω θηρίον ἐστὶν, ὡς μὴ ἐντραπῆναι λοιπόν; Οἱ κύνες λέγονται τοῦτο ποιεῖν· κἂν γὰρ ὑλακτήσωσι, καὶ ἐπέλθωσί τινι, ὁ δὲ ὕπτιον ῥίψας ἑαυτὸν μηδὲν ἐργάσηται, τὸν θυμὸν ἅπαντα ἔσβεσεν. Εἰ τοίνυν ἐκεῖνοι τὸν παθεῖν παρ' αὐτοῖς κακῶς ἕτοιμον δυσωποῦνται, πολλῷ μᾶλλον τὸ τῶν ἀνθρώπων γένος λογικώτερον. Ἀλλὰ γὰρ ἄξιον τὸ μικρὸν ἔμπροσθεν εἰς μνήμην ἐλθὸν, καὶ εἰς μαρτυρίαν 62.116 ἑλκυσθὲν, μὴ παριδεῖν. Τί δὴ τοῦτό ἐστιν; Ἐλέγομεν περὶ τῶν Ἰουδαίων καὶ τῶν ἀρχόντων τῶν παρ' αὐτοῖς, ὅτι ἐνεκαλοῦντο ὡς διώκοντες ἀνταπόδομα, καίτοι τοῦτο ὁ νόμος αὐτοῖς ἐπέτρεπεν· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἀλλ' οὐχ ἵνα τοὺς ἀλλήλων ἐξορύττωσιν ὀφθαλμοὺς, ἀλλ' ἵνα φόβῳ τοῦ παθεῖν τὴν τοῦ ποιεῖν ἄδειαν ἐπισχόντες, μήτε ἐργάζωνταί τι κακὸν ἑτέρους, μήτε πάσχωσιν αὐτοὶ παρ' ἑτέρων. ∆ιὰ τοῦτο εἶπεν· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἵνα τὰς ἐκείνου δήσῃ χεῖρας, οὐχ ἵνα τὰς σὰς ἀντεξαγάγῃ, οὐχ ἵνα τῶν σῶν ὀφθαλμῶν ἀπείρξῃ τὴν βλάβην μόνον, ἀλλ' ἵνα καὶ τοὺς ἐκείνου διατηρήσῃ σώους. Ἀλλ' ὅπερ ἐζήτουν, τίνος ἕνεκεν συγκεχωρημένης ἀμύνης ἐνεκαλοῦντο οἱ τῷ πράγματι κεχρημένοι; τί ποτε τοῦτό ἐστι; Τὸ μνησίκακον ἐνταῦθά φησιν. Εὐθέως μὲν γὰρ τὸν παθόντα δρᾶσαι συγχωρεῖ, ὅπερ ἔφην, κατέχων ἐκεῖνον· μνησικακεῖν δὲ οὐκέτι ἀφίησιν· οὐκέτι γὰρ τὸ πρᾶγμά ἐστι τοῦ θυμοῦ, οὐδὲ τῆς ζεούσης ὀργῆς, ἀλλὰ πονηρίας μεμελετημένης. Συγγινώσκει δὲ ὁ Θεὸς τοῖς ἀπὸ τῆς ἐπηρείας ἴσως συναρπασθεῖσι, καὶ ἐπὶ τὴν ἄμυναν ὡρμηκόσι· διὸ λέγει, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· καὶ πάλιν, Ὁδοὶ μνησικάκων εἰς θάνατον. Εἰ δὲ ἔνθα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ πηροῦν ἐξῆν, τοσαύτη κεῖται τιμωρία τοῖς μνησικάκοις, πόσῳ μᾶλλον τοῖς καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ παθεῖν κακῶς κελευσθεῖσι; Μὴ τοίνυν ὦμεν μνησίκακοι, ἀλλὰ σβέσωμεν τὴν ὀργὴν, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν. Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν, καὶ ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Τινώμεθα οὖν περὶ τοὺς ὁμοδούλους φιλάνθρωποι, συμπαθεῖς, ὅπως ἂν καὶ τὰς ἐν τῷ παρόντι βίῳ διαφύγωμεν παγίδας, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν τῆς παρ' αὐτοῦ τύχωμεν συγγνώμης, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΖʹ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς

καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμη ταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπα τεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσ φορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. αʹ. Τὰ παρελθόντα τῶν μελλόντων πλείονα ἔχει τὴν ἰσχὺν, καὶ δοκεῖ θαυμαστότερα εἶναι καὶ πιστότερα. ∆ιὸ καὶ ὁ Παῦλος ἀπὸ τῶν ὑπηργμένων ἤδη ποιεῖται τὴν παράκλησιν· ἐκεῖνα μὲν γὰρ τοῦ Χριστοῦ ἕνεκεν μείζονα ἔχει τὴν ἰσχύν. Τὸ γὰρ εἰπεῖν, Ἄφες, καὶ ἀφεθήσεταί σοι, κἂν μὴ ἀφῆτε, οὐ μὴ ἀφεθήσεται ὑμῖν, πρὸς μὲν φιλοσόφους ἄνδρας λεγόμενον καὶ τοῖς μέλλουσι πιστεύοντας, μέγα δύναται· ὁ δὲ Παῦλος οὐκ ἀπὸ τούτων ἐντρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπηργμένων. Ἐκείνῳ μὲν γὰρ ἔστι κόλασιν φυγεῖν, τούτῳ δὲ ἀγαθοῦ τινος μετασχεῖν. Τὸν Χριστὸν, φησὶ, μιμῇ. Ἀρκεῖ τοῦτο μόνον εἰς παράκλησιν ἀρετῆς, τὸ τὸν Θεὸν μιμεῖσθαι· τοῦτο μεῖζον ἐκείνου, ὅτι Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς 62.116 καὶ ἀγαθοὺς, καὶ