81
τῶν περὶ τὸν θεὸν ὀνομάτων, τῶν ἐνδεικτικῶν λέγω τῆς ὑπερκειμένης δυνά μεως, προτίθησι τὸ τῆς ἀγεννησίας ὄνομα καὶ τοῦτο πε ποίηται τῆς κατὰ τοῦ δόγματος ἡμῶν καταδρομῆς ὁρμη τήριον, τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον κατὰ τὴν προ φορὰν ἐναντίωσιν ἐπὶ τὰ πρόσωπα μεταφέρων, οἷς ἐφήρμοσται τὰ ὀνόματα· καὶ διὰ τούτων τὴν ἑτερότητα τῶν οὐσιῶν τῷ παρηλλαγμένῳ τῶν ὀνομάτων σοφίζεται, οὐκ ἐπειδὴ γεγέν νηται γεννητόν, οὐδ' ὅτι μὴ γεννηθεὶς ἔστιν ἀγέννητον λέ γεσθαι συντιθέμενος, ἀλλὰ τὸν μὲν ἐκ τῆς <ἀγεννησίας τὸν δὲ ἐκ τῆς> γεννήσεως οὐσιῶσθαι λέγων, οὐκ οἶδα ποίας 1.1.647 αὐτὸν σοφίας ἐπὶ τὴν τοιαύτην σύνεσιν χειραγωγούσης. εἰ γάρ τις αὐτὰς ἐφ' ἑαυτῶν καταμάθοι τῶν ὀνομάτων τὰς ἐμφάσεις, ὑφελὼν τῷ λόγῳ τὰ πρόσωπα ἐφ' ὧν τετάχθαι δοκεῖ τὰ ὀνόματα, εὑρήσει τὸ μάταιον τῆς διανοίας τῶν 1.1.648 παρ' αὐτοῦ λεγομένων. μὴ γὰρ ὅτι προεπινοεῖται τοῦ υἱοῦ ὁ πατὴρ κατὰ τὸν ἀληθῆ λόγον τῆς πίστεως, διὰ τοῦτο καὶ τὴν τῶν ὀνομάτων τάξιν ἀξιούτω τις τῇ τῶν ὑποκει μένων αὐτοῖς προσώπων ἀξίᾳ καὶ τάξει συνδιατίθεσθαι, ἀλλὰ αὐτὰ σκοπείτω ἐφ' ἑαυτῶν τὰ ὀνόματα, ποῖον τοῦ ἑτέρου τῷ λόγῳ τῆς ἐπινοίας προτέτακται (τὸ ὄνομα πάλιν φημί, οὐ τὸ πρᾶγμα τὸ διὰ τοῦ ὀνόματος σημαινόμενον), ποῖον τῶν εἰρημένων θέσιν τινὸς νοήματος καὶ ποῖον τὴν τοῦ τεθέντος ἀναίρεσιν ἐνδείκνυται· οἷον (σαφηνείας γὰρ ἕνεκεν διὰ τῶν ὁμοίων οἶμαι χρῆναι παραστῆσαι τὸν λόγον) παίδευσις καὶ ἀπαιδευσία ὀργὴ καὶ ἀοργησία πάθος καὶ ἀπάθεια καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, ποῖα τούτων τὸ προεπινοεῖσθαι τῶν ἄλλων ἔχει; ὅσα τὴν ἀναίρεσιν τοῦ τε θέντος ἢ ὅσα τὴν θέσιν τοῦ ὑποκειμένου παρίστησιν; ἐγὼ 1.1.649 μὲν τοῦτό φημι. πρότερον γὰρ νοεῖται ἡ παίδευσις καὶ ἡ ὀργὴ καὶ τὸ πάθος, καὶ τότε ἡ τῶν νοηθέντων ἀναίρεσις. οὕτω καὶ ἡ γέννησις καὶ ἡ ἀγεννησία. καὶ μηδεὶς διὰ τῆς ἐθελοθρησκείας διαβαλλέτω τὸν λόγον ὡς προτιθέντα τὸν 1.1.650 υἱὸν τοῦ γεννήσαντος. οὐ γὰρ τὸν υἱὸν προτετάχθαι τοῦ πατρὸς καὶ προεπινοεῖσθαι κατασκευάζομεν, εἰ περὶ τῆς τοῦ γεννητοῦ καὶ ἀγεννήτου σημασίας διαλαμβάνει ὁ λόγος. οὐκοῦν ἡ μὲν γέννησίς τινος πράγματος ἢ νοήματος θέσιν ἀποσημαίνει, ἡ δὲ ἀγεννησία τὴν τοῦ τεθέντος, καθὼς εἶπον, ἀναίρεσιν· ὥστε παντὶ τρόπῳ προεπινοεῖσθαι τοῦ τῆς 1.1.651 ἀγεννησίας ὀνόματος τὸ τῆς γεννήσεως ὄνομα. τί οὖν ἐν τούτοις οἰκεῖον τῷ πατρὶ τὸ τῇ τάξει δεύτερον ἐν τοῖς ὀνό μασιν ἐφαρμόζειν βιάζονται, καὶ οἴονται τό τινος ἀφαιρετικὸν νόημα δεικτικὸν καὶ περιληπτικὸν εἶναι τῆς τοῦ ὄντος οὐσίας, καὶ πρὸς τοὺς ἐλέγχοντας τὴν σαθρότητα τῶν λό γων ἀγανακτοῦσι καὶ παροξύνονται; 1.1.652 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται· δύναται δὲ διὰ λοιδορίας μόνης καὶ ὕβρεως, καὶ σφόδρα γε αὐτῷ περιττεύει τὸ κτῆμα τῆς τοιαύτης δυνάμεως. καθάπερ γὰρ ἐπὶ τῶν καλλιγραφούντων τὸν λόγον σύνδεσμοί τινες τοῦ ῥυθμοῦ τὸ ἐνδέον παραπληροῦσι, τὸ εὔηχόν τε καὶ ἐναρμόνιον δι' ἑαυτῶν ἐντιθέντες τῇ συν τάξει τῆς λέξεως, οὕτω καὶ ἐν τοῖς πλείστοις ὧν λέγει [ἐν] ταῖς λοιδορίαις καταποικίλλει τὴν συγγραφήν, ὥσπερ καλλωπιζόμενος τῇ περιουσίᾳ τῆς τοῦ ὑβρίζειν δυνάμεως. 1.1.653 πάλιν γὰρ ἡμεῖς 20μάταιοι20, πάλιν 20τῶν ὀρθῶν λογι σμῶν ἁμαρτάνοντες20 καὶ 20οὐ μετὰ τῆς ἀρκούσης τῇ χρείᾳ παρασκευῆς τοῖς λόγοις ἐπιχειροῦν τες20 καὶ 20τῆς τοῦ λέγοντος διανοίας ἀπολειπό μενοι20. ταῦτα γὰρ πάντα καὶ ἔτι πλείω τούτων παρὰ τοῦ εὐσταθοῦντος στόματος ὁ διδάσκαλος ἡμῶν ὀνομάζεται. καὶ ἴσως οὐκ ἄλογος τῆς ὀργῆς ἡ αἰτία, ἀλλὰ δικαίως ὁ λογο 1.1.654 γράφος παρώξυνται. τί γὰρ αὐτὸν ἔδει λυπεῖν ἐξελέγχοντα τὴν ἀρρωστίαν τοῦ λόγου, τί δὲ παραγυμνοῦν τε καὶ φανερὸν ποιεῖν τοῖς ἀκεραιοτέροις τὸ βλάσφημον τῇ πιθανότητι τῶν σοφισμάτων συγκαλυπτόμενον; διὰ τί δὲ οὐκ ἐπικαλύπτει τῇ σιωπῇ τὰ σαθρὰ τοῦ δόγματος, ἀλλὰ στηλιτεύει τὸν δείλαιον, δέον ἐλεεῖν καὶ ἐπικαλύπτειν διὰ ἡσυχίας τὴν ἀσχημοσύνην τοῦ λόγου; ὁ δὲ ἐλέγχει καὶ θεατρίζει τὸν ὁπωσοῦν παρὰ τοῖς ἰδίοις