1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

81

βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ γὰρ ἁπλῶς, ὅτι τὸν Θεὸν μιμούμεθα, εἶπεν, ἀλλ' ὅτι ἐν οἷς αὐτοὶ εὖ πάσχομεν, πατέρων σπλάγχνα πρὸς ἀλλήλους ἡμᾶς ἔχειν βούλεται· σπλάγχνα γὰρ ταῦτα λέγεται ἡ φιλανθρωπία καὶ οἱ οἰκτιρμοί. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἀνθρώπους ὄντας μήτε λυπεῖν μήτε λυπεῖσθαι, δεύτερον εὗρε φάρμακον, ὥστε ἀλλήλοις χαρίζεσθαι· Χαριζόμενοι, φησὶν, ἑαυτοῖς. Καίτοι οὐδὲν ἴσον· σὺ μὲν γὰρ ἂν χαρίσῃ, πάλιν σοι χαριεῖται ἐκεῖνος, Θεῷ δὲ οὐδὲν ἐχαρίσω. Καὶ σὺ μὲν τῷ ὁμοδούλῳ, ὁ δὲ Θεὸς τῷ δούλῳ καὶ τῷ ἐχθρῷ καὶ τῷ μισοῦντι αὐτόν. Καθὼς καὶ ὁ Θεὸς, φησὶν, ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν. Μέγα καὶ τοῦτο ἔχει αἴνιγμα· ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. Ἵνα γάρ σοι συγγνῷ, τὸν Υἱὸν ἔθυσε· σὺ δὲ πολλάκις καὶ ἀκίνδυνον καὶ ἀδάπανον ὁρῶν τὴν συγχώρησιν, οὐ ποιῇ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ἵνα μὴ νομίσῃς ἀνάγκης εἶναι τὸ 62.117 πρᾶγμα, ἄκουσον πῶς οὐχ ἁπλῶς, ἀλλ' ὅτι Ἑαυτὸν παρέδωκεν, εἶπεν· ὡσεὶ ἔλεγεν· Ἐχθρὸν ὄντα σε ὁ ∆εσπότης ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον· μᾶλλον δὲ οὐδὲ οὕτω δυνήσῃ, πλὴν ἀλλ' ὡς δύνασαι. Βαβαί! τί ταύτης τῆς φωνῆς μακαριώτερον γένοιτ' ἄν; Κἂν βασιλείαν εἴπῃς, κἂν ὁτιοῦν, οὐδὲν ἴσον. Τὸν Θεὸν μιμῇ, τῷ Θεῷ ἐξομοιοῦσαι, ὅταν συγχωρήσῃς ἐκείνῳ. Μᾶλλον ἁμαρτήματα δεῖ συγχωρεῖν, ἢ χρήματα. Χρήματα μὲν γὰρ ἐὰν συγχωρήσῃς, οὐκ ἐμιμήσω τὸν Θεόν· ἁμαρτήματα δὲ ἐὰν συγχωρήσῃς, τὸν Θεὸν μιμῇ. Πλὴν πῶς δυνήσῃ λέγειν, Πένης εἰμὶ, καὶ οὐ δύναμαι συγχωρῆσαι, ὅταν καὶ ἃ δύνασαι συγχωρῆσαι, μὴ συγχωρήσῃς, καὶ ἐνταῦθα ζημίαν ἡγῇ, οὐχὶ πλοῦτον μᾶλλον, οὐχὶ περιουσίαν, οὐχὶ εὐπορίαν; Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Ἰδοὺ καὶ ἄλλη παράκλησις εὐγενεστέρα. Ὡς τέκνα ἀγαπητὰ, φησίν. Ἔχετε καὶ ἄλλην ἀνάγκην τοῦ μιμεῖσθαι αὐτὸν, οὐ τῷ παθεῖν εὖ μόνον, ἀλλὰ καὶ τῷ τέκνα γενέσθαι. Ὡς τέκνα ἀγαπητά. Ἐπειδὴ γὰρ οὐ πάντες υἱοὶ τοὺς πατέρας μιμοῦνται, ἀλλ' οἱ ἀγαπητοὶ, διὰ τοῦτό φησιν· Ὡς τέκνα ἀγαπητά. Περιπατεῖτε ἐν ἀγάπῃ. Ἰδοὺ πάντων ἡ ὑπόθεσις· οὐκοῦν ταύτης οὔσης, οὐ θυμὸς, οὐκ ὀργὴ, οὐ κραυγὴ, οὐ βλασφημία, ἀλλὰ πάντα ἀνῄρηται. ∆ιὸ ὕστερον τὸ κεφάλαιον τίθησι. Πόθεν ἐγένου τέκνον; Ἐπειδὴ συνεχωρήθη σοι. Ἀπὸ τῆς ὑποθέσεως, ἀφ' ἧς τοσαύτης ἠξιώθης τιμῆς, ἀπὸ τῆς αὐτῆς καὶ τῷ πλησίον συγχώρησον. Εἰπὲ δή μοι, εἴ τίς σε δεσμώτην ὄντα, καὶ μυρίων ὑπεύθυνον κακῶν, ἤγαγεν ἐπὶ τὰ βασίλεια· μᾶλλον δὲ τοῦτο ἀφῶμεν· εἴ τίς σε πυρέττοντα καὶ ψυχοῤῥαγοῦντα ὠφέλησε φαρμάκῳ τινὶ, ἆρα οὐκ ἂν αὐτὸν πάντων προὐτίμησας, καὶ αὐτὸ τοὔνομα τοῦ φαρμάκου; Εἰ γὰρ καιροὺς καὶ τόπους, δι' ὧν ὠφελούμεθα, οὕτως ἔχομεν ὡς τὰς ἑαυτῶν ψυχὰς, πολλῷ μᾶλλον αὐτὰ τὰ πράγματα. Ἐραστὴς ἔσο τῆς ἀγάπης· δι' αὐτῆς γὰρ ἐσώθης, δι' αὐτῆς υἱὸς γέγονας· κἂν ἕτερον δυνηθῇς σῶσαι, οὐχὶ τῷ αὐτῷ χρήσῃ φαρμάκῳ, καὶ παραινέσεις πᾶσι τὸ, Ἄφετε, ἵνα ἀφεθῇ ὑμῖν; Εὐγνωμόνων ψυχῶν τοῦτο, τὸ οὕτω προτρέπεσθαι, καὶ ἐλευθέρων καὶ εὐγενῶν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, φησί. Σὺ τῶν φίλων φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν· οὐκοῦν πολλῷ μεῖζον τὸ παρὰ τοῦ ∆εσπότου γινόμενον. Τὸ γὰρ, Καθὼς, πῶς σώζεται; Ἦ δῆλον ὅτι, ἐὰν τοὺς ἐχθροὺς εὖ ποιῶμεν. Καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὁρᾷς τὸ ὑπὲρ ἐχθρῶν παθεῖν, ὅτι ὀσμὴ εὐωδίας ἐστὶ, καὶ θυσία εὐπρόσδεκτος; Κἂν ἀποθάνῃς, τότε ἔσῃ θυσία· τοῦτο μιμήσασθαί ἐστι τὸν Θεόν. Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Εἶπε περὶ τοῦ πικροῦ πάθους τοῦ θυμοῦ· ἦλθεν ἐπὶ τὸ ἧττον κακόν. Ὅτι γὰρ ἧττον κακὸν ἡ ἐπιθυμία, ἄκουε καὶ ἐν τῷ νόμῳ Μωϋσέως λέγοντος πρῶτον, Οὐ φονεύσεις, ὅπερ ἐστὶ τοῦ θυμοῦ, καὶ τότε, Οὐ μοιχεύσεις, ὅπερ ἐστὶ τῆς ἐπιθυμίας. Καθάπερ γὰρ ἡ πικρία καὶ ἡ κραυγὴ καὶ πᾶσα κακία καὶ βλασφημία, καὶ ὅσα τοιαῦτα, τοῦ θυμώδους ἐστίν· 62.118