82
ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι, συλλογιζομένῳ σοι ὁμολογεῖν ἀνάγκη. 3.7.15 προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷ νεύματι κατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκήρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσιν, καὶ βάρβαροι καὶ Ἕλληνες τὰς περὶ τοῦ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον. 3.7.16 Καίτοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως, τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτα ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐτοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας; 3.7.17 ἀλλὰ μὴν οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυχοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λόγοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγών, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου; 3.7.18 εἰ μὲν γάρ, τοῦτον ἐπικρυψάμενοι καὶ μὴ ὁμολογοῦντες εἰς πάντας, οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον λέγω δὲ τὰς θαυματουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φιλοσόφους διδασκαλίας αὐτοῦ, οὐδ' οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέσθαι τοὺς ἀκούοντας ξενοφωνουμένους καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ' ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν· πλὴν ἀλλ' ἔδοξεν ἂν πιθανώτερον λέγεσθαι τὰ εἰρημένα. 3.7.19 νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἷα θεόν, τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν, τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως; 3.7.20 τίς δ' οὕτως ἠλίθιος ὑπῆρχεν, ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἦν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ' ἂν λέγουσιν χρῆναι δεῖν τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὐτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυ ρωθέντος παρηγγελμένοις; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα. 3.7.21 ἐγὼ μὲν οὖν ἐξετάζων παρ' ἐμαυτῷ φιλαλήθως τὸν λόγον, οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν οὐδ' ἀξιόπιστον, ἀλλ' οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἕνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι ... 3.7.22 Ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ' ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ' αὐτῆς λέγω τῆς Ῥωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ' ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσιν, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίου ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς· «μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». 3.7.23 τοῦτο δ' οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι' ἧς ἔμελλον ἐπιθαρρεῖν καὶ προθύμως ἐπιδιδόναι σφᾶς αὐτοὺς τοῖς παρηγγελμένοις. φησὶν γοῦν αὐτοῖς· «καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ