82
μαθηταῖς ἐπὶ σοφίᾳ καὶ ἀγχινοίᾳ 1.1.655 τιμώμενον. εἶπέ που τῶν ἑαυτοῦ λόγων ὁ Εὐνόμιος 20ἕπε σθαι τῷ θεῷ τὸ ἀγέννητον20. ἐπέστη τῷ ῥήματι ὁ δι δάσκαλος ἡμῶν, ὅτι τὸ ἑπόμενον τῶν ἔξωθεν ἐπιθεωρου μένων ἐστίν, ἡ δὲ οὐσία οὐ τῶν ἔξωθέν τινος, ἀλλ' αὐτοῦ τοῦ εἶναι καθὸ ἔστι τὴν σημασίαν ἐνδείκνυται. διὰ τοῦτο ἀγανακτεῖ ὁ ἐπιεικής τε καὶ ἄμαχος καὶ πολύς ἐστιν εὐροῶν τοῖς ὀνείδεσι, διότι ἀκούσας τοῦ ῥηθέντος καὶ τῆς δια νοίας ἐπῄσθετο. τί οὖν ἥμαρτεν, εἰ ἐπιστατικῶς τῇ 1.1.656 διανοίᾳ τῶν γεγραμμένων ἐπηκολούθησεν; εἰ μὲν γὰρ οὐ κατὰ λόγον τῶν εἰρημένων ἐλάβετο, καλῶς ἔχει σοι τὰ εἰρημένα, καὶ ἡμεῖς <οὐκ> ἀγανακτήσομεν· εἰ δὲ ἐρυθριᾷς πρὸς τὸν ἔλεγχον, τί οὐκ ἐξαλείφεις ἐκ τῶν γεγραμμένων, ἀλλὰ λοιδορεῖς τὸν προφέροντα; ναί, φησίν, ἀλλ' οὐ συνῆκε 1.1.657 τοῦ λόγου τὸ βούλημα. τί οὖν ἀδικοῦμεν, εἰ ἄνθρωποι ὄντες ἐκ τῶν εἰρημένων τῆς διανοίας ἐστοχασάμεθα, τῶν ἐν κρυπτῷ τῆς καρδίας οὐδεμίαν κατάληψιν ἔχοντες; θεῷ μὲν γὰρ ὑπάρχει καὶ τὰ ἀθέατα βλέπειν καὶ τῶν μηδενὶ τρόπῳ καταλαμβανομένων τοὺς χαρακτῆρας ἐπισκοπεῖν καὶ τὴν ἀνομοιότητα τῶν ἀοράτων ἐπιγινώσκειν. ἡμεῖς δὲ μόνον δι' ὧν ἀκούομεν κρίνομεν. 1.1.658 Εἴρηται τοίνυν 20παρέπεσθαι τῷ θεῷ τὸ ἀγέν νητον20. ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοή σαμεν. πάλιν εἴρηται 20μᾶλλον δὲ αὐτό ἐστιν οὐσία τὸ ἀγέννητον20. οὐκέτι τούτου συνεῖναι τὴν ἀκολουθίαν ἰσχύσαμεν, πολὺ τὸ ἀπεμφαινόμενον καὶ τὸ ἀλλόκοτον ἐν 1.1.659 τοῖς σημαινομένοις κατανοήσαντες. εἰ γὰρ παρέπεται τῷ θεῷ τὸ ἀγέννητον, τὸ δὲ ἀγέννητον οὐσία ἐστί, δύο τινῶν πάντως οὐσιῶν ἔννοιαν ἐν ταὐτῷ κατασκευάζει ὁ λόγος· ὡς εἶναι μὲν τὸν θεὸν κατὰ ταὐτὸν ** ὡς εἶναί ποτε καὶ εἶναι <εἰσαεὶ> πεπίστευται, ἔχειν δὲ παρεπομένην αὐτῷ οὐσίαν ἄλλην, ἣν 20ἀγεννησίαν20 προσαγορεύουσιν, ἕτερόν τι οὖσαν παρὰ τὸν οὗ ἐστιν ἐπακολούθημα, καθώς φησιν ὁ διδάσκαλος· καὶ εἰ οὕτω ταῦτα κελεύει νοεῖν, συγγνώτω τοῖς ἰδιώταις ἡμῖν, μὴ δυναμένοις τῇ λεπτότητι ταύτῃ τῶν θεωρημάτων ἐφίστασθαι. 1.1.660 Εἰ δὲ ἀποβάλλει τοῦτον τὸν λόγον καὶ οὔ φησι διπλῆν οὐσίαν περὶ τὸν θεὸν λέγειν, τὴν μὲν ἐκ τῆς θεότητος, τὴν δὲ ἐκ τῆς ἀγεννησίας γνωριζομένην, ἑαυτῷ συμβουλευ σάτω ὁ μήτε προπετὴς καὶ ἀπόνηρος μὴ πολὺ νέμειν ταῖς λοιδορίαις ἐν τοῖς ὑπὲρ τῆς ἀληθείας ἀγῶσιν, ἀλλὰ διασα φεῖν τοῖς ἀπαιδεύτοις ἡμῖν, πῶς τὸ ἐπακολουθοῦν καὶ τὸ προηγούμενον οὐκ ἄλλο τι καὶ ἄλλο ἐστίν, ἀλλ' ἓν ἀμφό τερα γίνεται· καὶ γὰρ ἐν οἷς ὑπερμάχεται νῦν τοῦ λόγου, μένει παραπλησίως τὸ ἄτοπον, καὶ οὐδέν, καθὼς αὐτός φησιν, 20ἡ τῶν εὐαριθμήτων ἐκείνων ῥημάτων 1.1.661 προσθήκη20 διορθοῦται τὸ τῶν εἰρημένων ἀσύμφωνον. τίνα γὰρ ἐν τούτοις ἔστιν εὑρεῖν διδασκαλίαν, οὔπω κατιδεῖν ἠδυνήθην. εἰρήσεται δὲ αὐτὰ τὰ γεγραμμένα παρ' αὐτοῦ ἐπὶ λέξεως. 20εἴπομεν20, φησί· 20μᾶλλον δὲ αὐτό ἐστιν ἀγέννητον, οὐκ εἰς τὸ εἶναι συναιροῦντες τὸ δειχθὲν ἀκολουθεῖν, ἀλλὰ τὸ μὲν Ἀκολουθεῖ τῇ προσηγορίᾳ, τὸ δὲ Ἐστὶ τῇ οὐσίᾳ συναρμό ζοντες. ὧν συντεθέντων γένοιτο ἂν πᾶς ὁ λόγος τοιοῦτος, ὅτι ἀκολουθεῖ τὸ ἀγέννητον ὄνομα, ἐπείπερ αὐτό ἐστιν ἀγέννητος20. τίνα τοίνυν ἑρμηνέα τῶν εἰρημένων παραστησόμεθα; 20οὐκ εἰς τὸ εἶναι20, φησί, 1.1.662 20συναιροῦντες τὸ δειχθὲν ἀκολουθεῖν20. ἀλλὰ τὸ μὲν "120συναιροῦντες20"2 ἴσως ἄν τινες τῶν αἰνιγματιστῶν εἴποιεν ἀντὶ τοῦ "1συνάπτοντες"2 αὐτῷ νενοῆσθαι, τῶν δὲ λοιπῶν πῶς ἄν τις ἐπιγνοίη τὸ συνετὸν καὶ ἀκόλουθον; τὸ φανέν, φησίν, ἐκ τῆς ἀκολουθίας οὐ πρὸς τὴν οὐσίαν, ἀλλὰ πρὸς τὴν προσηγορίαν οἰκείως ἔχει. ἡ δὲ προσηγορία, ὦ σοφώτατε, τί; πότερον ἀπᾴδει τῆς οὐσίας ἢ σύνδρομός ἐστι 1.1.663 κατὰ τὴν ἔννοιαν; εἰ μὲν γὰρ ἀνοικείως ἔχει πρὸς τὴν οὐσίαν τὸ ὄνομα, πῶς ὑπὸ τῆς τοῦ ἀγεννήτου προσηγορίας ἡ οὐσία χαρακτηρίζεται; εἰ δὲ 20προσφυῶς20, καθὼς αὐτὸς ὀνομάζεις, ὑπὸ τῆς ἀγεννησίας ἡ οὐσία περιλαμβάνεται, πῶς ἐνταῦθα καταμερίζεται; καὶ τὸ μὲν ὄνομα τῆς οὐσίας ἑτέρῳ ἀκολουθεῖ, αὐτὴ δὲ πάλιν ἡ οὐσία ἑτέρῳ. τίς δὲ ἡ σύνθεσις τοῦ παντὸς λόγου;