1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

82

οὕτω καὶ τοῦ ἐπιθυμητικοῦ πορνεία, ἀκαθαρσία, πλεονεξία· τῷ γὰρ αὐτῷ χρημάτων ἐρῶμεν, καὶ σωμάτων. Ἀλλ' ὥσπερ ἐκεῖ τὴν κραυγὴν περιεῖλεν, ὄχημα οὖσαν τῆς ὀργῆς, οὕτω νῦν τὴν αἰσχρολογίαν καὶ εὐτραπελίαν ὄχημα οὖσαν τῆς πορνείας. Καὶ αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. Μὴ εἴπῃς ἀστεῖα μηδ' αἰσχρὰ, μηδὲ πράξῃς, καὶ κατασβέσεις τὴν φλόγα. Μηδὲ ὀνομαζέσθω, φησὶν, ἐν ὑμῖν· τουτέστι, μηδαμοῦ μηδὲ φαινέσθω. Τοῦτο καὶ Κορινθίοις γράφων ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Τουτέστι, Πάντες καθαροὶ γένεσθε. Οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί. Εἶτα ἵνα μὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν ἐκκόπτων, ἐπήγαγε καὶ τὴν αἰτίαν, εἰπὼν, Τὰ μὴ ἀνήκοντα, τὰ οὐδὲν πρὸς ἡμᾶς, φησὶν, ἀλλὰ μᾶλλον εὐχαριστία. βʹ. Τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; Γέλωτα ἐκίνησας μόνον. Εἰπέ μοι, ὁ σκυτοτόμος ἐργάσεταί τί ποτε τῶν οὐκ ἀνηκόντων εἰς τὴν αὑτοῦ τέχνην; ἢ κτήσεταί τι τοιοῦτον ὄργανον; Οὐδαμῶς· τὰ γὰρ οὐκ ἐν χρείᾳ οὐδὲν πρὸς ἡμᾶς. Μηδεὶς ἔστω λόγος ἀργός· ἀπὸ γὰρ τοῦ ἀργοῦ καὶ εἰς ἀτόπους καταπίπτομεν. Οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους, θλίψεων καὶ ὀδυρμῶν· σὺ δὲ εὐτραπελεύῃ; Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελθὼν, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον, ἀστεῖα φθέγγεται; Ἐφέστηκεν ὁ διάβολος, περιέρχεται ὠρυόμενος τοῦ ἁρπάσαι, πάντα κινεῖ καὶ πάντα στρέφει κατὰ τῆς σῆς κεφαλῆς, καὶ μηχανᾶται τῆς καλιᾶς σε ἐκβαλεῖν, τρίζει τοὺς ὀδόντας, βρυχᾶται, πῦρ πνεῖ κατὰ τῆς σωτηρίας τῆς σῆς· καὶ σὺ κάθησαι ἀστεῖα λέγων, καὶ μωρολογῶν, καὶ τὰ μὴ ἀνήκοντα φθεγγόμενος; οὐκοῦν καλῶς αὐτοῦ περιγενέσθαι δυνήσῃ; Παίζομεν, ἀγαπητοί. Βούλει μαθεῖν τῶν ἁγίων τὴν διαγωγήν; ἄκουε Παύλου λέγοντος· Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Εἰ δὲ ὑπὲρ Μιλησίων καὶ Ἐφεσίων τοσαύτῃ ἐχρήσατο σπουδῇ, οὐχὶ ἀστεῖα λέγων, ἀλλὰ μετὰ δακρύων τὴν νουθεσίαν εἰσφέρων, τί περὶ τῶν ἄλλων εἴποι τις ἄν; Ἄκουε δὲ καὶ Κορινθίοις τί φησιν· Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων· καὶ πάλιν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἄκουε δὲ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, καὶ καθ' ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἐξελθεῖν ἐκ τοῦ κόσμου ἐπιθυμοῦντος· Καὶ γὰρ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν. Σὺ δὲ γελᾷς καὶ παίζεις; πολέμου καιρὸς, καὶ σὺ τὰ τῶν χορευόντων μεταχειρίζῃ; Οὐχ ὁρᾷς τῶν πολεμούντων τὰ πρόσωπα, πῶς εἰσι σκυθρωπὰ, πῶς συνηγμένα, ὀφρὺς γὰρ παρ' αὐτοῖς φοβερὰ καὶ φρίκης γέμουσα. Ὁρᾷς ὄμμα αὐστηρὸν, καρδίαν διεγηγερμένην καὶ πηδῶσαν καὶ ἀλλομένην, συνηγμένον νοῦν, τρέμοντα καὶ ἀγωνιῶντα, πολλὴν τὴν εὐταξίαν, πολλὴν τὴν εὐρυθμίαν, πολλὴν τὴν σιγὴν ἐν τοῖς στρατοπέδοις· οὐ λέγω, ὥστε αἰσχρὸν ῥῆμα μὴ εἰπεῖν, ἀλλὰ μηδὲ ἁπλῶς φθέγξασθαι. Εἰ γὰρ πρὸς αἰσθητοὺς ἔχοντες πολεμίους ἐκεῖνοι, 62.119 καὶ οὐδὲν ἀπὸ λόγων βλαπτόμενοι, τοσαύτῃ κέχρηνται σιγῇ, σὺ, ὁ καὶ ἐν λόγοις ἔχων τὸν πόλεμον, καὶ τὸ πλέον τοῦ πολέμου, τοῦτό σοι τὸ μέρος ἐᾷς γυμνόν; ἢ ἀγνοεῖς, ὅτι τὰ πλείονα ἐντεῦθεν ἐπιβουλευόμεθα; Παίζεις καὶ τρυφᾷς, καὶ ἀστεῖα λέγεις, καὶ γέλωτα κινεῖς, καὶ οὐδὲν ἡγῇ τὸ πρᾶγμα; πόσαι ἀπὸ ἀστειολογιῶν ἐπιορκίαι, πόσαι βλάβαι, πόσαι αἰσχρολογίαι! Ἀλλ' οὐ τοιαῦτά ἐστι τὰ ἀστεῖα, φησίν. Ἀλλ' ἄκουε ὅτι πᾶσαν εὐτραπελίαν ἐξέβαλε. Πολέμου καιρὸς νῦν καὶ μάχης, ἀγρυπνίας καὶ φυλακῆς, ὁπλίσεως καὶ παρατάξεως· οὐδένα τόπον ἐνταῦθα ὁ τοῦ γέλωτος ἂν ἔχοι καιρός· τοῦ γὰρ κόσμου οὗτός ἐστιν. Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὁ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε. Ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ δὲ γελᾷς; ἐκεῖνος ἐῤῥαπίσθη, καὶ τοσαῦτα ἔπαθε διὰ τὴν σὴν συμφορὰν καὶ τὸν καταλαβόντα σε χειμῶνα· σὺ δὲ τρυφᾷς; Καὶ πῶς οὐ μᾶλλον αὐτὸν παροξύνεις; Ἀλλ' ἐπειδή τισιν ἀδιάφορον εἶναι τὸ πρᾶγμα δοκεῖ, ὃ καὶ δυσφύλακτόν ἐστι, φέρε, μικρὰ περὶ τούτου διαλεχθῶμεν, ὅσον ἐστὶ κακὸν διδάξαντες. Καὶ γὰρ τοῦτο τοῦ διαβόλου ἔργον ἐστὶ,