83
αἰῶνος». ἀλλὰ καὶ πνεύματος αὐτοῖς ἐμπνεῦσαι λέγεται θείου, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἔνθεον καὶ παραδοξοποιὸν πεποιηκέναι, τοτὲ μὲν φήσας «λάβετε πνεῦμα ἅγιον», τοτὲ δὲ εἰπὼν «ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε». 3.7.24 Συνορᾷς τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι' αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πράξεων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱστοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι' ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι. 3.7.25 ἐξέπληττον γὰρ ὡς εἰκὸς διὰ τῶν ἔργων τοὺς θεωμένους πρότερον· εἶθ' οὕτως προθύμους εἶχον αὐτοὺς ἐπὶ τὸ φιλοπευστεῖν, τίς ποτ' ἦν οὗτος οὗ τῇ δυνάμει καὶ προσηγορίᾳ τὸ θαῦμα γέγονεν· εἶτα διδάσκοντες ηὕρισκον τῇ πίστει φθάνοντας τὴν παρ' αὐτῶν διδασκαλίαν. 3.7.26 οὐ γὰρ τοῖς λόγοις πεισθέντες ἀλλὰ τοῖς ἔργοις προκαταληφθέντες ῥᾴδιον ἐποιοῦντο τὴν ἐν τοῖς λόγοις διάθεσιν. λέγονται γοῦν ἤδη τινὲς βουθυσίας καὶ σπονδὰς ὡς ἂν ἤδη θεοῖς οὖσιν τοῖς τοῦ Ἰησοῦ προσαγηοχέναι· καὶ τινὰ μὲν αὐτῶν τὸν Ἑρμῆν εἶναι, τινὰ δὲ τὸν ∆ία νενομικέναι. τοσοῦτον αὐτῶν τὰς διανοίας ἐξέπληττεν ἡ τῶν παραδόξων ἔργων ἐπίδειξις. 3.7.27 καὶ δὴ οὕτω διακειμένοις πάνθ' ὅσα περὶ τοῦ Ἰησοῦ κατήγγελλον ἤδη λοιπὸν ἀληθεύειν εὐλόγως ἐνομίζοντο, καὶ τῇ μετὰ τὸν θάνατον ἀναβιώσει αὐτοῦ οὐχ ἁπλοῖς οὐδ' ἀναποδείκτοις ἐμαρτύρουν λόγοις, δι' αὐτῆς δ' ἐνεργείας ἔπειθον, ζῶντος ἔργα παριστῶντες. 3.7.28 εἰ δὲ καὶ θεὸν αὐτὸν καὶ θεοῦ παῖδα πρὸ τῆς εἰς ἀνθρώπους ἀφίξεως παρὰ τῷ πατρὶ τυγχάνοντα κατήγγελλον, καὶ τούτῳ πῶς οὐκ ἂν προσέθεντο μᾶλλον, τὸ ἐναντίον ἄπιστον εἶναι καὶ ἀδύνατον ἡγούμενοι εἰκότως, λογισάμενοι μὴ δύνασθαι θνητῆς ἔργα φύσεως εἶναι νομίζειν τὰ δρώμενα ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις; 3.7.29 τοῦτ' ἦν ἄρα καὶ οὐδὲν ἄλλο τὸ ζητηθὲν αὐτὸ ἐκεῖνο, ὁποίᾳ δυνάμει περιγεγόνασιν τῶν ἐν ἀρχαῖς ἀκροωμένων οἱ τοῦ Ἰησοῦ μαθηταί, καὶ ὅπως Ἕλληνας ὁμοῦ καὶ βαρβάρους ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ τὰς χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεστήσαντο διδασκαλεῖα. 3.7.30 Καίτοι τίς οὐκ ἂν θαυμάσειεν πρὸς ἑαυτὸν ἐπιλογισάμενος καὶ ἐνθυμηθείς, ὡς οὐκ ἀνθρώπινον ἦν τὸ μηδ' ἄλλοτε ὑπὸ μίαν τὴν Ῥωμαίων ἀρχὴν γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ' ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων. 3.7.31 ἅμα γὰρ τῇ εἰς ἀνθρώπους αὐτοῦ παραδόξῳ ἐπιδημίᾳ καὶ τὰ Ῥωμαίων ἀκμάσαι συνηνέχθη, τότε πρῶτον Αὐγούστου τῶν πλείστων ἐθνῶν μοναρχήσαντος, καθ' ὃν Κλεοπάτρας ἁλούσης ἡ κατ' Αἴγυπτον τῶν Πτολεμαίων διαδοχὴ λέλυτο· ἐξ ἐκείνου τε καὶ εἰς δεῦρο τὸ ἀπ' αἰῶνος καὶ ἀπ' αὐτῆς ὡς εἰπεῖν τῆς πρώτης ἀνθρωπείας ... συστὰν Αἰγύπτου βασίλειον καθῄρητο. 3.7.32 ἐξ ἐκείνου τε καὶ τὸ Ἰουδαίων ἔθνος Ῥωμαίων δοῦλον γέγονεν, καὶ τὸ Σύρων ὡσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βι θυνῶν καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ἁπάντων. 3.7.33 τοῦτο δ' ὅτι μὴ ἀθεεὶ τῇ περὶ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ συνεισῆλθεν τίς οὐκ ἂν ὁμολογήσειεν, διανοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθηταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλοδαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρημένων ἀφόβως ἤδη καὶ ἐπ' ἀδείας τὸ προκείμενον ἤνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστείλαντος. 3.7.34 λόγισαι γὰρ ὡς, εἰ μηδὲν τὸ κωλῦον ἦν τοὺς περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ' ἑαυτοῖς εἶχον οἱ δεισιδαίμονες τὴν ἐπ' αὐτῶν ἐξουσίαν. 3.7.35 νῦν δὲ καὶ τοῦτο θεοῦ τοῦ ἐπὶ πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς